Kitap 2
ἠδὲ καὶ ὡς Ἥφαιστον ἐΰφρονα χαλκεοτέχνην
440
δέξαθʼ ἑπῖσι δόμοισιν ἀπʼ Οὐλύμποιο πεσόντα,
αὐτόν τʼ Ἀργικέραυνον ὅπως ὑπελύσατο δεσμῶν·
τῶν μιμνησκόμενοι πανδερκέες Οὐρανίωνες
μητέρʼ ἐμὴν τίουσι Θέτιν ζαθέῳ ἐν Ὀλύμπῳ.
γνώσῃ δʼ ὡς θεός ἐστιν, ἐπὴν δόρυ χάλκεον εἴσω
445
ἐς τεὸν ἧπαρ ἵκηται ἐμῇ βεβλημένον ἀλκῇ·
Ἕκτορα γὰρ Πατρόκλοιο, σὲ δʼ Ἀντιλόχοιο χολωθεὶς
τίσομαι· οὐ γὰρ ὄλεσσας ἀνάλκιδος ἀνδρὸς ἑταῖρον.
ἀλλὰ τί νηπιάχοισιν ἐοικότες ἀφραδέεσσιν
ἕσταμεν ἡμετέρων μυθεύμενοι ἔργα τοκήων
450
ἠδʼ αὐτῶν; ἐγγὺς καὶ Ἄρης, ἐγγὺς δὲ καὶ ἀλκή.
ὣς εἰπὼν παλάμῃσι λάβεν πολυμήκετον ἆορ
Μέμνων δʼ αὖθʼ ἑτέρωθι, καὶ ὀτραλέως συνόρουσαν·
τύπτον δʼ ἀλλήλων ἄμοτον φρεσὶ μαιμώωντες
ἀσπίδας, ἃς Ἥφαιστος ὑπʼ ἀμβροσίῃ κάμε τέχνῃ,
455
πυκνὰ συναΐσσοντες· ἐπέψαυον δὲ λόφοισιν
ἀλλήλαις ἑκάτερθεν ἐρειδόμεναι τρυφάλειαι.
Ζεὺς δὲ μέγʼ ἀμφοτέροισι φίλα φρονέων βάλε κάρτος,
τεῦξε δʼ ἄρʼ ἀκαμάτους καὶ μείζονας, οὐδὲν ὁμοίους
ἀνδράσιν, ἀλλὰ θεοῖσιν· ἔρις δʼ ἐπεγήθεεν ἄμφω.
460
οἱ δʼ αἰχμὴν μεμαῶτες ἄφαρ χροὸς ἐντὸς ἐλάσσαι
μεσσηγὺς σάκεός τε καὶ ὑψιλόφου τρυφαλείης
πολλάκις ἰθύνεσκον ἑὸν μένος, ἄλλοτε δʼ αὖτε
βαιὸν ὑπὲρ κνημῖδος, ἔνερθε δὲ δαιδαλέοιο
θώρηκος βριαροῖσιν ἀρηρότος ἀμφὶ μέλεσσιν,
465
ἄμφω ἐπειγόμενοι· περὶ δέ σφισιν ἄμβροτα τεύχη
ἀμφʼ ὤμοις ἀράβησε· βοὴ δʼ ἵκετʼ αἰθέρα δῖον
Τρώων Αἰθιόπων τε καὶ Ἀργείων ἐριθύμων
μαρναμένων ἑκάτερθε· κόνις δʼ ὑπὸ ποσσὶν ὀρώρει
ἄχρις ἐς οὐρανὸν εὐρύν, ἐπεὶ μέγα κίνυτο ἔργου.
470
Εὖτʼ ὀμίχλη κατʼ ὄρεσφιν ὀρινομένου ὑετοῖο,
ὁππότε δὴ κελάδοντες ἐνιπλήθονται ἔναυλοι
ὕδατος ἐσσυμένοιο, βρέμει δʼ ἄρα πᾶσα χαράδρη
ἄσπετον, οἱ δʼ ἄρα πάντες ἐπιτρομέουσι νομῆες
χειμάρρους ὀμίχλην τε φίλην ὀλοοῖσι λύκοισιν
475
ἠδʼ ἄλλοις θήρεσσιν, ὅσους τρέφει ἄσπετος ὕλη·
ὣς τῶν ἀμφὶ πόδεσσι κόνις πεπότητʼ ἀλεγεινή,
ἥ ῥά τε καὶ φάος ἠῢ κατέκρυφεν ἠελίοιο
αἰθέρʼ ἐπισκιάουσα· κακὴ δʼ ὑπεδάμνατʼ ὀϊζὺς