Kitap 14
καί μιν ἐπʼ ἠιόνας Τροίης βάλεν· ὗε δʼ ὕπερθε
Ζεὺς ἐπίηρα φέρων ἐρικυδέϊ Ἐννοσιγαίῳ·
οὐ μὴν οὐδʼ Ἑκάεργος ἄτερ καμάτοιο τέτυκτο,
ἀλλʼ ἄρʼ ἀπʼ Ἰδαίων ὀρέων μάλα πάντα ῥέεθρα
640
εἰς ἕνα χῶρον ἄγεσκε, κατέκλυσε δʼ ἔργου Ἀχαιῶν·
ἐκλύσθη δὲ θάλασσα καὶ εἰσέτʼ ἴσαν Zimmermann, κελάδοντες
χείμαρροι ἀλεγεινὸν ἀεξόμενοι Διὸς ὄμβρῳ,
τοὺς μέλαν οἶδμʼ ἀνέεργε πολυστόνου Ἀμφιτρίτης
πόντον ἐπελθέμεναι, πρὶν τείχεα πάντʼ ἀμαθῦναι
645
ἀργαλέως Δαναῶν· αὐτὸς δʼ ἄρα γαῖαν ἔνερθε
ῥῆξε Ποσειδάων, ἀνὰ δʼ ἔβλυσεν ἄσπετον ὕδωρ
ἰλύν τε ψάμαθόν τε· βίῃ δʼ ἐλέλιξε κραταιῇ
Σίγεον· ἠιόνες δὲ μέγʼ ἔβραχον ἠδὲ θέμεθλα
Δαρδανίης, Zimmermann, for καὶ ἄϊστον ὑποβρύχιόν τʼ ἐκαλύφθη
650
ἕρκος ἀπειρέσιον, κατεδύσατο δʼ ἔνδοθι γαίης
μακρὰ διισταμένης· ψάμαθος δʼ ἔτι φαίνετο μούνη
χασσαμένου πόντου, καὶ ἀπʼ ἀκτάων Zimmermann, for ἐριδούπων
νόσφιν ἀπʼ αἰγιαλοῖο κατεκτάθη. ἀλλὰ τὰ μέν που
ἀθανάτων ἐτέλεσσε κακὸς νόος· οἱ δʼ ἐνὶ νηυσὶν
655
Ἀργεῖοι πλώεσκον, ὅσους διὰ χεῖμα κέδασσεν·
ἄλλῃ δʼ ἄλλος ἵκανεν, ὅπῃ θεὸς ἦγεν ἕκαστον,
ὅσσοι ὑπὲρ πόντοιο λυγρὰς ὑπάλυξαν ἀέλλας.