Thesauros Edebiyat Destan τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον Quintus Smyrnaeus 4th cent

Kitap 14

 
αἰὲν ἐπερρήγνυντο· πόνος δʼ ἄπρηκτος ὀρώρει·
 
καί ῥʼ οἱ μὲν κώπῃσιν ἀπωσέμεναι μεμαῶτες
 
νῆας ἐπεσσυμένας αὐτοῖς ἅμα δούρασι λυγροὶ 520
 
κάππεσον ἐς μέγα βένθος, ἀμειλίκτῳ δʼ ὑπὸ πότμῳ
 
κάτθανον, οὕνεκʼ ἄρα σφιν ἐπέχραον ἄλλοθεν ἄλλα
 
νηῶν δούρατα μακρά· συνηλοίηντο δὲ πάντων
 
σώματα λευγαλέως· οἱ δʼ ἐν νήεσσι πεσόντες
 
κεῖντο καταφθιμένοισιν ἐοικότες· οἱ δʼ ὑπʼ ἀνάγκης 525
 
νήχοντʼ ἀμφιπεσόντες ἐϋξέστοισιν ἐρετμοῖς·
 
ἄλλοι δʼ αὖ σανίδεσσιν ἐπέπλεον· ἔβραχε δʼ ἅλμη
 
βυσσόθεν, ὥστε θάλασσαν ἰδʼ οὐρανὸν ἠδὲ καὶ αἶαν
 
φαίνεσθʼ ἀλλήλοισιν ὁμῶς συναρηρότα πάντα.
 
ἡ δʼ ἄρʼ Οὐλύμποιο βαρύκτυπος Ἀτρυτώνη 530
 
οὔτι καταισχύνεσκε βίην πατρός· ἀμφὶ δʼ ἄρʼ αἰθὴρ
 
ἴαχεν. ἡ δʼ Αἴαντι χόλον καὶ πῆμα φέρουσα
 
ἔμβαλε νηὶ κεραυνόν· ἄφαρ δέ μιν ἄλλυδις ἄλλῃ
 
ἐσκέδασεν διὰ τυτθά· περίαχε δʼ αἶα καὶ αἰθήρ·
 
ἐκλύσθη δʼ ἄρα πᾶσα περίδρομος Ἀμφιτρίτη. 535
 
οἱ δʼ ἔκτοσθε νεὸς πέσον ἀθρόοι· ἀμφὶ δʼ ἄρʼ αὐτοὺς
 
κύματα μακρὰ φέροντο· περὶ στεροπῇσι δʼ ἀνάσσης
 
αἴγλη μαρμαίρεσκε διὰ κνέφας ἀΐσσουσα·
 
οἱ δʼ ἄποτον λάπτοντες ἁλὸς πολυηχέος ἅλμην
 
θυμὸν ἀποπνείοντες ὑπὲρ πόντοιο φέροντο. 540
 
Ληιάσιν δʼ ἄρα χάρμα καὶ ὀλλυμένῃσι τέτυκτο·
 
καί ῥʼ αἱ μὲν κατέδυσαν ἔσω ἁλὸς ἀμφιβαλοῦσαι
 
χεῖρας ἑοῖς τεκέεσσι δυσάμμοροι· αἱ δʼ ἀλεγεινὰ
 
δυσμενέων περὶ κρᾶτα βάλον χέρας, οἷς ἅμα λυγραὶ
 
σπεῦδον ἀποφθίσασθαι ἑῆς ἀντάξια λώβης 545
 
τινύμεναι Δαναούς· ἡ δʼ ὑψόθεν εἰσορόωσα
 
τέρπεθʼ ἑὸν κατὰ θυμὸν ἀγαυὴ Τριτογένεια.
 
Αἴας δʼ ἄλλοτε μὲν περινήχετο δούρατι νηός,
 
ἄλλοτε δʼ αὖ χείρεσσι διήνυεν ἁλμυρὰ βένθη
 
ἀκαμάτῳ Τιτῆνι βίην ὑπέροπλον ἐοικώς· 550
 
σχίζετο δʼ ἁλμυρὸν οἶδμα περὶ κρατερῇσι χέρεσσιν
 
ἀνδρὸς ὑπερθύμοιο· θεοὶ δέ μιν εἰσορόωντες
 
ἠνορέην καὶ κάρτος ἐθάμβεον· ἀμφὶ δὲ κῦμα
 
ἄλλοτε μὲν φορέεσκε πελώριον ἠΰτʼ ἐπʼ ἄκρην
 
οὔρεος ὑψηλοῖο διʼ ἠέρος, ἄλλοτε δʼ αὖτε 555
 
ὑψόθεν οἷα φάραγξιν ἐνέκρυφεν· οὐδʼ ὅ γε χεῖρας
 
κάμνε πολυτλήτους· πολλοί γε μὲν ἔνθα καὶ ἔνθα

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi