Thesauros Edebiyat Destan τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον Quintus Smyrnaeus 4th cent

Kitap 14

 
σύν τʼ ἀλόχῳ καὶ παισὶ δυώδεκα· καί οἱ ἔειπεν,
 
ὁππόσʼ Ἀθηναίη Δαναῶν ἐπεμήδετο νόστῳ.
 
αὐτὰρ ὅ γʼ οὐκ ἀπίθησε, μολὼν δʼ ἔκτοσθε μελάθρων 480
 
χερσὶν ὑπʼ ἀκαμάτῃσιν ὅρος μέγα τύψε τριαίνῃ,
 
ἔνθʼ ἄνεμοι κελαδεινὰ δυσηχέες ηὐλίζοντο
 
ἐν κενεῷ κευθμῶνι· περίαχε δʼ αἰὲν ἰωὴ
 
βρυχομένη ἀλεγεινά· βίῃ δʼ ἔρρηξε κολώνην.
 
οἱ δʼ ἄφαρ ἐξεχέοντο· κέλευσε δὲ πάντας ἐρεμνὴν 485
 
λαίλαπα συμφορέοντας ἀήμεναι, ὄφρʼ ἀλεγεινὸν
 
ὀρνυμένης ἁλὸς οἶδμα Καφηρέος ἄκρα καλύψῃ.
 
οἱ δὲ θοῶς ὤρνυντο πάρος βασιλῆος ἀκοῦσαι
 
πᾶν ἔπος· ἐσσυμένοισι δʼ ἐπεστενάχιζε θάλασσα
 
ἄσχετον· ἠλιβάτοισι δʼ ἐοικότα κύματʼ ὄρεσσιν 490
 
ἄλλοθεν ἄλλα φέροντο. κατεκλάσθη δʼ ἄρʼ Ἀχαιῶν
 
θυμὸς ἐνὶ στέρνοισιν, ἐπεὶ νέας ἄλλοτε μέν που
 
ὑψηλὴν φέρε κῦμα διʼ ἠέρος, ἄλλοτε δʼ αὖτε
 
οἷα κατὰ κρημνοῖο κυλινδομένας φορέεσκε
 
βυσσόν ἐς ἠερόεντα· βίη δέ τις ἄσχετος αἰεὶ 495
 
ψάμμον ἀναβλύζεσκε διοιγομένοιο κλύδωνος.
 
οἱ δʼ ἄρʼ ἀμηχανίη βεβολημένοι οὔτʼ ἐπʼ ἐρετμῷ
 
χεῖρα βαλεῖν ἐδύναντο τεθηπότες οὔτʼ ἄρα λαίφη
 
ἔσθενον ἀμφὶ κέρα λελιημένοι εἰρύσσασθαι
 
ῥηγνύμενʼ ἐξ ἀνέμων, οὐδʼ ἔμπαλιν ἰθύνασθαι 500
 
ἐς πλόον· ἀργαλέαι γὰρ ἐπεκλονέοντο θύελλαι·
 
οὐδὲ κυβερνήτῃσι πέλεν μένος εἰσέτι νηῶν
 
χερσὶν ἐπισταμένῃσι θοῶς οἰήϊα νωμᾶν·
 
πάντα γὰρ ἄλλυδις ἄλλα κακαὶ διέχευον ἄελλαι.
 
οὐδέ τις ἐλπωρὴ βιότου πέλεν, οὕνεκʼ ἐρεμνὴ 505
 
νὺξ ἅμα καὶ μέγα χεῖμα καὶ ἀθανάτων χόλος αἰνὸς
 
ὦρτο· Ποσειδάων γὰρ ἀνηλέα πόντον ὄρινεν
 
ἦρα κασιγνήτοιο φέρων ἐρικυδέϊ κούρῃ,
 
ἥ ῥα καὶ αὐτὴ ὕπερθεν ἀμείλιχα μαιμώωσα
 
θῦνε μετʼ ἀστεροπῇσιν· ἐπέκτυπε δʼ οὐρανόθεν Ζεὺς 510
 
κυδαίνων ἀνὰ θυμὸν ἑὸν τέκος, ἀμφὶ δὲ πᾶσαι
 
νῆσοί τʼ ἤπειροί τε κατεκλύζοντο θαλάσσῃ
 
Εὐβοίης οὐ πολλὸν ἀπόπροθεν, ᾗχι μάλιστα
 
τεῦχεν ἀμειλίκτοισιν ἐπʼ ἄλγεσιν ἄλγεα δαίμων
 
Ἀργείοις. στοναχὴ δὲ καὶ οἰμωγὴ κατὰ νῆας 515
 
ἔπλετʼ ἀπολλυμένων· κανάχιζε δὲ δούρατα νηῶν
 
ἀγνυμένων· αἱ γάρ ῥα συνωχαδὸν ἀλλήλῃσιν

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi