Thesauros Edebiyat Destan τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον Quintus Smyrnaeus 4th cent

Kitap 14

 
καίπερ ἀκηχεμένη στυγεροῖς ἐπὶ πήμασι πάτρης.
 
Τρώων δʼ ὅσσοι ἄλυξαν ἀνηλέος ἐκ πολέμοιο,
 
ἀγρόμενοι κατὰ ἄστυ περὶ νέκυας πονέοντο 400
 
θαπτέμεναι μεμαῶτες· ἄγεν δʼ ἀλεγεινὸν ἐς ἔργον
 
Ἀντήνωρ· αὐτὴν δὲ πυρὴν πολέεσσι τίθεντο.
 
Ἀργεῖοι δʼ ἄλληκτον ἐνὶ φρεσὶ καγχαλόωντες
 
ἄλλοτε μὲν κώπῃσι διέπρησσον μέλαν ὕδωρ,
 
ἄλλοτε δʼ ἱστία νηυσὶ μεμαότες ἐντύνοντο 405
 
ἐσσυμένως· ὀπίσω δὲ θοῶς ἀπελείπετο πᾶσα
 
Δαρδανίη καὶ τύμβος Ἀχιλλέος· οἱ δʼ ἀνὰ θυμὸν
 
καίπερ ἰαινόμενοι κταμένων μνησθέντες ἑνὰ θυμὸν
 
ἀργαλέως ἀκάχοντο καὶ ἀλλοδαπῶν ἐπὶ γαῖαν
 
ὄσσε βάλον. ἡ δέ σφιν ἐφαίνετο τηλόθι νηῶν 410
 
χαζομένη· τοὶ δʼ αἶψα παρʼ ἀγχιάλοιο φέροντο
 
ῥηγμῖνας Τενέδοιο· παρημείβοντο δὲ Χρῦσαν
 
καὶ Φοίβου Σμινθῆος ἕδος ζαθέοιό τε Κίλλης·
 
Λέσβος δʼ ἠνεμόεσσʼ ἀνεφαίνετο· κάμπτετο δʼ ἄκρη
 
ἐσσυμένως Λεκτοῖο, τόθι ῥίον ὕστατον Ἴδης. 415
 
λαίφεα δὲ πρησθέντα περίαχεν· ἀμφὶ δὲ πρώραις
 
ἔβραχεν οἶδμα κελαινόν· ἐπεσκιόωντο δὲ μακρὰ
 
κύματα· λευκαίνοντο δʼ ὑπὲρ πόντοιο κέλευθοι.
 
καί νύ κεν Ἀργεῖοι κίον Ἑλλάδος ἱερὸν οὖδας
 
πάντες ἁλὸς κατὰ βένθος ἀκηδέες, εἰ μὴ ἄρα σφι 420
 
κούρη ἐριγδούποιο Διὸς νεμέσησεν Ἀθήνη·
 
καί ῥʼ ὁπότʼ Εὐβοίης σχεδὸν ἤλυθον ἠνεμοέσσης,
 
δὴ τότε μητιόωσα βαρὺν καὶ ἀνηλέα πότμον
 
ἀμφὶ Λοκρῶν βασιλῆι καὶ ἄσχετον ἀσχαλόωσα
 
Ζηνὶ θεῶν μεδέοντι παρισταμένη φάτο μῦθον 425
 
ἀθανάτων ἀπάνευθε· χόλον δέ οἱ οὐ χάδε θυμός·
 
Ζεῦ πάτερ, οὐκέτʼ ἀνεκτὰ θεοῖς ἐπιμηχανόωνται
 
ἀνέρες, οὐκ ἀλέγοντες ἀνὰ φρένας οὔτε σεῦ αὐτοῦ
 
οὔτʼ ἄλλων μακάρων, ἐπεὶ ἦ τίσις οὐκέτʼ ὀπηδεῖ
 
ἀνδράσι λευγαλέοισι, κακοῦ δʼ ἄρα πλλάκις ἐσθλὸς 430
 
συμφέρετʼ ἄλγεσι μᾶλλον, ἔχει δʼ ἄλληκτον ὀϊζύν·
 
τοὔνεκʼ ἄρʼ οὔτε δίκην τις ἔθʼ ἅζεται, οὐδέ τις αἰδὼς
 
ἔστι παρʼ ἀνθρώποισιν· ἔγωγε μὲν οὔτʼ ἐν Ὀλύμπῳ
 
ἔσσομαι, οὔτʼ ἔτι σεῖο κεκλήσομαι, εἰ μὴ Ἀχαιῶν
 
τίσομʼ ἀτασθαλίην, ἐπεὶ ἦ νύ μοι ἔνδοθι νηοῦ 435
 
υἱὸς Ὀϊλῆος μέγʼ ἐνήλιτεν, οὐδʼ ἐλέαιρε
 
Κασσάνδρην ὀρέγουσαν ἀκηδέας εἰς ἐμὲ χεῖρας

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi