Thesauros Edebiyat Destan τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον Quintus Smyrnaeus 4th cent

Kitap 13

 
Ἕκτορος, ὅν μοι ἔπεφνε πατὴρ τεός· ἀλλὰ τὸ μέν που
 
κῆρες ἐπεκλώσαντο· σὺ δʼ ἡμετέροιο φόνοιο 235
 
ἄασον ὄβριμον ἦτορ, ὅπως λελάθωμʼ ὀδυνάων.
 
ὣς φάμενον προσέειπεν Ἀχιλλέος ὄβριμος υἱός·
 
ὧ γέρον, ἐμμεμαῶτα καὶ ἐσσύμενόν περ ἀνώγεις·
 
οὐ γάρ σʼ ἐχθρὸν ἐόντα μετὰ ζωοῖσιν ἐάσω·
 
οὐ γάρ τι ψυχῆς πέλει ἀνδράσι φίλτερον ἄλλο. 240
 
ὣς εἰπὼν· ἀπέκοψε κάρην πολιοῖο γέροντος
 
ῥηιδίως, ὡς εἴ τις ἀπὸ στάχυν ἀμήσηται
 
ληίου ἀζαλέοιο θέρευς εὐθαλπέος ὥρῃ.
 
ἡ δὲ μέγα μύζουσα κυλίνδετο πολλὸν ἐπʼ αἶαν
 
νόσφʼ ἄλλων μελέων, ὁπόσοις ἐγκίνυται ἀνήρ· 245
 
κεῖτο δʼ ἄρʼ ἐς μέλαν αἷμα καὶ εἰς ἑτέρων φόνον ἀνδρῶν
 
 
ὄλβῳ καὶ γενεῇ καὶ ἀπειρεσίοις τεκέεσσιν·
 
οὐ γὰρ δὴν ἐπὶ κῦδος ἀέξεται ἀνθρώποτσιν,
 
ἀλλʼ ἄρα που καὶ ὄνειδος ἐπέσσυται ἀπροτίοπτον·
 
καὶ τὸν μὲν πότμος εἶλε· κακῶν δʼ ὅ γε λήσατο πάντων. 250
 
οἱ δὲ καὶ Ἀστυάνακτα βάλου Δαναοὶ ταχύπωλοι
 
πύργου ἀφʼ ὑψηλοῖο, φίλου δέ οἱ ἦτορ ὄλεσσαν
 
μητρὸς ἀφαρπάξαντες ἐν ἀγκοίνῃσιν ἐόντα
 
ἕστορι χωόμενοι, ἐπεὶ ἦ σφισι πῆμα κόρυσσε
 
ζωὸς ἐών· τῷ καί οἱ ἀπηχθήραντο γενέθλην, 255
 
καί οἱ παῖδʼ ἐβάλοντο καθʼ ἕρκεος αἰπεινοῖο,
 
νήπιον, οὔπω δῆριν ἐπιστάμενον πολέμοιο.
 
ἠΰτε πόρτιν ὄρεσφι λύκοι χατέοντες ἐδωδῆς
 
κρημνὸν ἐς ἠχήεντα κακοφραδίῃσι βάλωνται
 
μητρὸς ἀποτμήξαντες ἐϋγλαγέων ἀπὸ μαζῶν, 260
 
ἡ δὲ θέῃ γοόωσα φίλον τέκος ἔνθα καὶ ἔνθα
 
μακρὰ κινυρομένη, τῇ δʼ ἐξόπιθεν κακόν ἄλλο
 
ἔλθῃ, ἐπεί ἑ λέοντες ἀναρπάξωσι καὶ αὐτήν·
 
ὣς τὴν ἀσχαλόωσαν ἄδην περὶ παιδὸς ἑοῖο
 
ἦγον δήϊοι ἄνδρες ἅμʼ ἄλλῃς ληιάδεσσι 265
 
κούρην Ἠετίωνος ἀμύμονος αἰνὰ βοῶσαν.
 
ἡ δʼ ἄρα παιδὸς ἑοῖο καὶ ἀνέρος ἠδὲ τοκῆος
 
μνησαμένη φόνον αἰνὸν ἐΰσφυρος Ἠετιώνη
 
ὥρμηνεν θανέεσθαι, ἐπεὶ βασιλεῦσιν ἄμεινον
 
τεθνάμεν ἐν πολέμῳ ἢ χείροσιν ἀμφιπολεύειν· 270
 
καί ῥʼ ὀλοφυδνὸν ἄϋσε μέγʼ ἀχνυμένη κέαρ ἔνδον·
 
εἰ δʼ ἄγε νῦν καὶ ἐμεῖο δέμας κατὰ τείχεος αἰνοῦ

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi