Thesauros Edebiyat Destan τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον Quintus Smyrnaeus 4th cent

Kitap 13

 
πλευρὰ διεξώϊξεν ἐϋμμελίῃ, ὑπʼ Ἐπειῷ.
 
βαιὸν δʼ ἐξανέδυ σανίδων ὕπερ, ἀμφὶ δὲ πάντῃ
 
Τρῶας παπταίνεσκεν, ἐγρηγορότʼ εἴπου ἴδοιτο·
 
ὡς δʼ ὅταν ἀργαλέῳ λιμῷ βεβολημένος ἦτορ
 
ἐξ ὀρέων ἔλθῃσι λύκος χατέων μάλʼ ἐδωδῆς 45
 
ποίμνης πρὸς σταθμὸν εὐρὺν, ἀλευόμενος δʼ ἄρα φῶτας
 
καὶ κύνας, οἵ ῥά τε μῆλα φυλασσέμεναι μεμάασι,
 
βαίνῃ ποσσὶν ἕκηλος ὑπὲρ ποιμνήιον ἕρκος·
 
ὣς Ὀδυσεὺς ἵπποιο κατήιεν· ἀμφὶ δʼ ἄρʼ αὐτῷ
 
ὄβριμοι ἄλλοι ἕποντο Πανελλήνων βασιλῆες 50
 
νισσόμενοι κλίμαξι κατὰ στίχας, ἅσπερ Ἐπειὸς
 
τεῦξεν ἀριστήεσσιν ἐϋσθενέεσσι κέλευθα
 
ἵππον ἐσερχομένοισι καὶ ἐξ ἵπποιο κιοῦσιν.
 
οἵ ῥα τότʼ ἀμφʼ αὐτῇσι κατήιον ἄλλοθεν ἄλλοι,
 
θαρσαλέοις σφήκεσσιν ἐοικότες, οὕδ τε κλονήσῃ 55
 
δρυτόμος, οἱ δʼ ἅμα πάντες ὀρινόμενοι περὶ θυμῷ
 
ὄζου ὑπεκπροχέονται, ὅτε κτύπον εἰσαΐουσιν·
 
ὣς οἵ ἐξ ἵπποιο μεμαότες ἐξεχέοντο
 
ἐς Τρώων πτολίεθρον ἐΰκτιτον· ἐν δʼ ἄρα τοῖσι
 
πάλλετʼ ἐνὶ στέρνοισι κέαρ 60
 
τάχα δʼ οἱ μὲν ἔναιρον 60
 
δυσμενέας 60
 
τοὶ δʼ ἔτʼ ἔρεσσον ἔσω ἁλός· αἱ δʼ ἐφέροντο
 
νῆες ὑπὲρ μέγα χεῦμα· Θέτις δʼ ἴθυνε κέλευθα
 
οὖρον ἐπιπροϊεῖσα· νόος δʼ ἄρʼ ἰαίνετʼ Ἀχαιῶν·
 
καρπαλίμως δʼ ἐλθόντες ἐπʼ ᾐόνας Ἑλλησπόντου,
 
ἔνθʼ αὖθις στήσαντο νέας, σὺν δʼ ἄρμενα πάντα 65
 
εἷλον ἐπισταμένως, ὅσα νήεσιν αἰὲν ἕπονται.
 
αὐτοὶ δʼ αἶψʼ ἐκβάντες ἐς Ἴλιον ἐσσεύοντο
 
ἄβρομοι, ἠΰτε μῆλα ποτὶ σταθμὸν ἀΐσσοντα
 
ἐκ νομοῦ ὑλήεντος ὀπωρινὴν ὑπὸ νύκτα·
 
ὣς οἵ γʼ αὐίαχοι Τρώων ποτὶ ἄστυ νέοντο 70
 
πάντες ἀριστήεσσιν ἀρηγέμεναι μεμαῶτες.
 
οἱ δʼ, ὡς σμερδνὰ λύκοὶ Zimmermann, for λιμῷ περιπαιφάσσοντες
 
σταθμῷ ἐπιβρίσωσι κατʼ οὔρεα μακρὰ καὶ ὕλην
 
εὕδοντος μογεροῦ σημάντορος, ἄλλα δʼ ἐπʼ ἄλλοις
 
δάμνανθʼ ἕρκεος ἐντὸς ὑπὸ κνέφας, ἀμφὶ δὲ πάντῃ All editors agree that there is a long lacuna here. In the translation is given a summary of what the missing lines may be conjectured to have contained. 75
 
75
 
75
 
75

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi