Thesauros Edebiyat Destan τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον Quintus Smyrnaeus 4th cent

Kitap 13

 
Ἰλίου ὀλλυμένης, ἧς εἵνεκά φασι καὶ αὐτὴν
 
Ἠλέκτρην βαθύπεπλον ἑὸν δέμας ἀμφικαλύψαι
 
ἀχλύϊ καὶ νεφέεσσιν ἀποιχομένην χοροῦ ἄλλων
 
πληιάδων, αἳ δή οἱ ἀδελφειαὶ γεγάασιν·
 
ἀλλʼ αἱ μὲν μογεροῖσιν ἐπόψιαι ἀνθρώποισιν 555
 
ἰλαδὸν ἀντέλλουσιν ἐς οὐρανόν· ἡ δʼ ἄρα μούνη
 
κεύθεται αἰὲν ἄϊστος, ἐπεί ῥά οἱ υἱέος ἐσθλοῦ
 
Δαρδάνου ἱερὸν ἄστυ κατήριπεν· οὐδέ οἱ αὐτὸς
 
Ζεὺς ὕπατος χραίσμησεν ἀπʼ αἰθέρος, οὕνεκα Μοίραις
 
εἴκει καὶ μεγάλοιο Διὸς μένος· ἀλλὰ τὸ μέν που 560
 
ἀθανάτων τάχʼ ἔρεξεν ἐῢς νόος, ἠὲ καὶ αὐταί· Zimmermann, for
 
Ἀργεῖοι δʼ ἔτι θυμὸν ἐπὶ Τρώεσσιν ὄρινον
 
πάντῃ ἀνὰ πτολίεθρον· ἔρις δʼ ἔχε πείρατα χάρμης. Verse supplied by Zimmermann, ex P.
← Önceki 15 / 15

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi