Kitap 12
Μηριόνης τε καὶ Ἰδομενεὺς ἀριδεικέτω ἄμφω,
320
σὺν δʼ ἄρʼ ἐϋμμελίης Ποδαλείριος Εὐρύμαχός τε
Τεῦκρός τʼ ἀντίθεος καὶ Ἰάλμενος ὀβριμόθυμος,
Θάλπιος Ἀντίμαχός τε μενεπτόλεμός τε Λεοντεύς·
σὺν δʼ Εὔμηλος ἔβη θεοείκελος Εὐρύαλός τε
Δημοφόων τε καὶ Ἀμφίμαχος κρατερός τʼ Ἀγαπήνωρ,
325
σὺν δʼ Ἀκάμας τε Μέγης τε κραταιοῦ Φυλέος υἱός·
ἄλλοι δʼ αὖ κατέβαινον, ὅσοι ἔσαν ἔξοχʼ ἄριστοι,
ὅσσους χάνδανεν ἵππος ἐΰξοος ἐντὸς ἐέργειν.
ἐν δέ σφιν πύματος κατεβήσατο δῖος Ἐπειός,
ὅς ῥα καὶ ἵππον ἔτευξεν· ἐπίστατο δʼ ᾦ ἐνὶ θυμῷ
330
ἠμὲν ἀναπτύξαι κείνου πτύχας ἠδʼ ἐπερεῖσαι·
τοὔνεκα δὴ πάντων βῆ δεύτατος· εἴρυσε δʼ εἴσω
κλίμακας, ᾖς ἀνέβησαν· ὁ δʼ αὖ μάλα πάντʼ ἐπερείσας
αὐτοῦ πὰρ κληῖδι καθέζετο· τοὶ δὲ σιωπῇ
πάντες ἔσαν μεσσηγὺς ὁμῶς νίκης καὶ ὀλέθρου.
335
οἱ δʼ ἄλλοι νήεσιν ἐπέπλεον εὐρέα πόντον
ἃς κλισίας πρήσαντες, ὅπῃ πάρος αὐτοὶ ἴαυον.
τοῖσι δὲ κοιρανέοντε δύω κρατερόφρονε φῶτε
σήμαινον, Νέστωρ τε καὶ αἰχμητὴς Ἀγαμέμνων·
τοὺς δὲ καἰ ἐλδομένους καταβήμεναι ἔνδοθεν ἵππου
340
Ἀργεῖοι κατέρυξαν, ἵνʼ ἐν νήεσσι μένοντες
λαοῖς σημαίνωσιν, ἐπεὶ πολὺ λώιον ἄνδρες
ἔργον ἐποίχονται, ὁπότʼ εἰσορόωσιν ἄνακτες·
τοὔνεκʼ ἄρʼ ἔκτοθι μίμνον ἀριστῆές περ ἐόντες.
οἱ δὲ θοῶς ἀφίκοντο πρὸς ἠιόνας Τενέδοιο·
345
εὐνὰς δʼ ἔνθʼ ἔβαλον κατὰ βένθεος· ἐκ δʼ ἔβαν αὐτοὶ
νηῶν ἐσσυμένως· ἀπὸ δʼ ἔκτοθι πείσματʼ ἔδησαν
ἠιόνων· αὐτοὶ δὲ παραυτόθι μίμνον ἕκηλοι
δέγμενοι, ὁππότε πυρσὸς ἐελδομένοισι φανείη.
οἱ δʼ ἄρʼ ἐν ἵππῳ ἔσαν δηΐων σχεδόν, ἄλλοτε μέν που
350
φθεῖσθαι ὀϊόμενοι, ὁτὲ ἱερὸν ἄστυ δαΐξαι·
καὶ τὰ μὲν ἐλπομένοισιν ἐπήλυθεν Ἠριγένεια.
Τρῶες εἰσενόησαν ἐπʼ ᾐόσιν Ἑλλησπόντου
καπνὸν ἔτʼ ἀΐσσοντα διʼ ἠέρος· οὐδʼ ἄρα νῆας
δέρκονθʼ, αἵ σφιν ἔνεικαν ἀφʼ Ἑλλάδος αἰνὸν ὄλεθρον.
355
γηθόσυνοι δʼ ἄρα πάντες ἐπέδραμον αἰγιαλοῖσι
τεύχἐ ἐφεσσάμενοι· ἔτι γὰρ δέος ἄμφεχε θυμόν·
ἵππον δʼ εἰσενόησαν ἐΰξοον. ἀμφὶ δʼ ἄρʼ αὐτῷ
θάμβεον ἑσταότες· μάλα γὰρ μέγα ἔργον ἐτὺχθη·