Thesauros Edebiyat Destan τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον Quintus Smyrnaeus 4th cent

Kitap 12

 
βησόμεθʼ ὡς σύ, γεραιέ, λιλαιομένοις ἐπιτέλλεις. 280
 
ὣς φάτο· τοῦ δʼ ἄγχιστα κιὼν Νηλήιος υἱὸς
 
ἀμφοτέρας οἱ ἔκυσσε χέρας κεφαλήν τʼ ἐφύπερθεν,
 
οὕνεχʼ ὑπέσχετο πρῶτος ἐς εὐρέα δύμεναι ἵππον,
 
αὐτὸν δʼ αὖτε κέλευε γεραίτερον ἔκτοθι μίμνειν
 
ἄλλοις σὺν Δαναοῖσιν· ἐέλδετο γὰρ πονέεσθαι· 285
 
καί ῥά μιν ἰωχμοῖο λιλαιόμενον προσέειπεν·
 
ἐσσὶ πατρὸς κείνοιο βίῃ καὶ εΰφρονι μύθῳ
 
ἀντιθέου Ἀχιλῆος· ἔολπα δὲ σῇσι χέρεσσιν
 
Ἀργείους Πριάμοιο διαπραθέειν κλυτὸν ἄστυ·
 
ὀψὲ δʼ ἄρʼ ἐκ καμάτοιο μέγα κλέος ἔσσεται ἡμῖν 290
 
πολλὰ πονησαμένοισι κατὰ κλόνον ἄλγεα λυγρά·
 
ἄλγεα μὲν παρὰ ποσσὶ θεοὶ θέσαν ἀνθρώποισιν,
 
ἐσθλὰ δὲ πολλὸν ἄπωθε· πόνον δʼ ἐς μέσσον ἔλασσαν·
 
τούνεκα ῥηιδίη μέν ἐς ἀργαλέην κακότητα
 
αἰζηοῖσι κέλευθος, ἀνιηρὴ δʼ ἐπὶ κῦδος, 295
 
μέσφʼ ὅτε τις στονόεντα πόνον διὰ ποσσὶ περήσῃ.
 
ὣς φάτο· τὸν δʼ Ἀχιλῆος ἀμείβετο κύδιμος υἱός·
 
ὦ γέρον, ὡς σύ γʼ ἔολπας ἐνὶ φρεσί, τοῦτο πέλοιτο
 
ἡμῖν εὐχομένοισιν, ἐπεὶ πολὺ λώιον οὕτως·
 
εἰ δʼ ἑτέρως ἐθέλουσι θεοί , καὶ τοῦτο τετύχθω· 300
 
βουλοίμην γὰρ ὑπʼ Ἄρεϊ ἐϋκλειῶς ἀπολέσθαι,
 
ἠὲ φυγὼν Τροίηθεν ὀνείδεα πολλὰ φέρεσθαι.
 
ὣς εἰπὼν ὤμοισι κατʼ ἄμβροτα θήκατο τεύχη
 
πατρὸς ἑοῦ· τοὶ δʼ αἶψα καὶ αὐτοὶ θωρήχθησαν
 
ἡρώων οἱ ἄριστοι, ὅσοις θρασὺς ἔπλετο θυμός. 305
 
τούς μοι νῦν καθʼ ἕκαστον ἀνειρομένῳ σάφα Μοῦσαι
 
ἔσπεθʼ , ὅσοι κατέβησαν ἄσω πολυχανδέος ἵππου·
 
ὑμεῖς γὰρ πᾶσάν μοι ἐνὶ φρεσὶ θήκατʼ ἀοιδήν,
 
πρίν μοι ἔτʼ ἀμφὶ παρειὰ κατασκίδνασθαι ἴουλον,
 
σμύρνης ἐν δαπέδοισι περικλυτὰ μῆλα νέμοντι 310
 
τρὶς τόσον Ἑρμοῦ ἄπωθεν, ὅσον βοόωντος ἀκοῦσαι,
 
Ἀρτέμιδος περὶ νηὸν Ἐλευθερίῳ ἐνὶ κήπῳ,
 
οὔρεΐ τʼ οὔτε λίην χθαμαλῷ οὔθʼ ὑψόθι πολλῷ.
 
πρῶτος μὲν κατέβαινεν ἐς ἵππον κητώεντα
 
υἱὸς Ἀχιλλῆος, σὺν δὲ κρατερὸς Μενέλαος 315
 
ἠδʼ Ὀδυσεὺς Σθένελός τε καὶ ἀντίθεος Διομήδης·
 
βῆ δὲ Φιλοκτήτης τε καὶ Ἄντικλος ἠδὲ Μενεσθεύς,
 
σὺν δὲ Θόας ἐρίθυμος ἰδὲ ξανθὸς Πολυποίτης,
 
Αἴας τʼ Εὐρύπυλός τε καὶ ἰσόθεος Θρασυμήδης,

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi