Thesauros Edebiyat Destan τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον Quintus Smyrnaeus 4th cent

Kitap 12

 
προφρονέως τελέσαντες ἀπεχθέα Τρωσὶν ἐφετμὴν
 
ἄμφω ἀϊστώθησαν ὑπὸ χθόνα· τῶν δʼ ἔτι σῆμα 480
 
φαίνεθʼ, ὅπου κατέδυσαν ἐς ἱερὸν Ἀπόλλωνος·
 
Περγάμῳ ἐν ζαθέῃ. προπάροιθε δὲ Τρώιοι υἷες
 
παίδων Λαοκόωντος ἀμείλιχα δῃωθέντων
 
τεῦξαν ἅμʼ ἀγρόμενοι κενεὸν τάφον, ᾧ ἔπι δάκρυ
 
χεῦε πατὴρ ἀλαοῖσιν ὑπʼ ὄμμασιν· ἀμφὶ δὲ μήτηρ 485
 
πολλὰ κινυρομένη κενεῷ ἐπαΰτεε τύμβῳ
 
ἐλπομένη τι καὶ ἄλλο κακώτερον, ἔστενε δʼ ἄτην
 
ἀνέρος ἀφραδίῃς, μακάρων δʼ ὑπεδείδιε μῆνιν·
 
ὡς δʼ ὅτʼ ἐρημαίην περιμύρεται ἀμφὶ καλιὴν
 
πολλὰ μάλʼ ἀχνυμένη κατὰ δάσκιον ἄγκος ἀηδών, 490
 
ἧς ἔτι νήπια τέκνα, πάρος κελαδεινὸν ἀείδειν,
 
δάμναθʼ ὑπὸ γναθμοῖσι μένος βλοσυροῖο δράκοντος,
 
μητέρι δʼ ἄλγεα θῆκε, καὶ ἄσπετον ἀσχαλόωσα
 
μύρεται ἀμφὶ δόμον κενεὸν μάλα κεκληγυῖα·
 
ὣς ἥ γε στενάχιζε λυγρῷ τεκέων ἐπʼ ὀλέθρῳ 495
 
μυρομένη κενεῷ περὶ σήματι· σὺν δέ οἱ ἄλλο
 
πῆμα μάλʼ ἀργαλέον πόσιος πέλεν ἀμφʼ ἀλαοῖο.
 
καί ῥʼ ἡ μὲν φίλα τέκνα καὶ ἀνέρα κωκύεσκε
 
τοὺς μὲν ἀποφθιμένους τὸν δʼ ἄμμορον ἠελίοιο·
 
Τρῶες δʼ ἀθανάτοισιν ἐπεντύνοντο θυηλὰς 500
 
λείβοντες μέθυ λαρόν, ἐπεί σφισιν ἦτορ ἐώλπει
 
λευγαλέου πολέμοιο βαρὺ σθένος ἐξυπαλύξειν.
 
ἱερὰ δʼ οὐ καίοντο, πυρὸς δʼ ἐσβέννυτʼ ἀϋτμή,
 
ὄμβρου ὅπως καθύπερθε δυσηχέος ἐσσυμένοιο·
 
καπνὸς δʼ αἱματόεις ἀνεκήκιε· μηρὰ δὲ πάντα 505
 
πῖπτε χαμαὶ τρομέοντα· κατηρείποντο δὲ βωμοί·
 
σπονδαὶ δʼ αἷμα γένοντο· θεῶν δʼ ἐξέρρεε δάκρυ,
 
καὶ νηοὶ δεύοντο λύθρῳ· στοναχαὶ δʼ ἐφέροντο
 
ἔκποθεν ἀπροφάτοιο· περισσείοντο δὲ μακρὰ
 
τείχεα καὶ πύργοι μεγάλʼ ἔκτυπον, ὡς ἀχέοντες· Zimmermann, for 510
 
αὐτόματοι δʼ ἄρʼ ὀχῆες ἀνωίγνυντο πυλάων
 
αἰνὸν κεκλήγοντες· ἐπεστενάχοντο δὲ λυγρὸν
 
ἐννύχιοι ὄρνιθες ἐρημαῖον βοόωντες·
 
ἄστρα δὲ πάντʼ ἐφύπερθε θεοδμήτοιο πόληος
 
ἀχλὺς ἀμφεκάλυψε καὶ ἀννεφέλου περ ἐόντος 515
 
οὐρανοῦ αἰγλήεντος· ἀπαυαίνοντο δὲ δάφναι
 
πὰρ νηῷ Φοίβοιο πάρος θαλεραί περ ἐοῦσαι·
 
ἐν δὲ λύκοι καὶ θῶες ἀναιδέες ὠρύσαντο

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi