Thesauros Edebiyat Destan τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον Quintus Smyrnaeus 4th cent

Kitap 11

 
πᾶσι δὲ θερμὰ λοετρὰ τετεύχατο· πᾶν δʼ ἀνὰ ἄστυ 320
 
ἔσσυντʼ ἰητῆρες ἐς οὐταμένων αἰζηῶν
 
οἰκία ποιπνύοντες, ἵνʼ οὐταμένους ἀκέσωνται.
 
τοὺς δʼ ἄλοχοι καὶ τέκνα περιστενάχοντο μολόντας
 
ἐκ πολέμου· πολλοὺς δὲ καὶ οὐ παρεόντας ἀΰτευν·
 
καί ῥʼ οἱ μὲν στυγερῇ βεβολημένοι ἦτορ ἀνίῃ 325
 
κεῖντο βαρυστενάχοντες ἐπʼ ἄλγεσιν· οἱ δʼ ἐπὶ δόρπον
 
ἐκ καμάτοιο τρέποντο· θοοὶ δʼ ἐπαΰτεον ἵπποι
 
φορβῇ ἐπιχρεμέθοντες ἄδην· ἑτέρωθι δʼ Ἀχαιοὶ
 
πὰρ κλισίῃς νήεσσί θʼ ὁμοίια Τρωσὶ πένοντο.
 
ἦμος δʼ ὠκεανοῖο ῥοὰς ὑπερήλασεν Ἠὼς 330
 
ἵππους μαρμαίροντας, ἀνέγρετο δʼ ἔθνεα φωτῶν,
 
δὴ τοτʼ ἀρήιοι υἷες ἐϋσθενέων Ἀργείων,
 
οἱ μὲν ἔβαν Πριάμοιο ποτὶ πτόλιν αἰπήεσσαν,
 
οἱ δʼ ἄρʼ ἐνὶ κλισίῃσιν ἅμʼ ἀνδράσιν οὐταμένοισι
 
μίμνον, μή ποτε λαὸς ἐπιβρίσας ἀλεγεινὸς 335
 
νῆας ἕλῃ Τρώεσσι φέρων χάριν· οἱ δʼ ἀπὸ πύργων
 
μάρναντʼ Ἀργείοισι· μόθος δʼ ἀλεγεινὸς ὀρώρει.
 
σκαιῆς μὲν προπάροιθε πύλης Καπανήιος υἱὸς
 
μάρναθʼ ἅμʼ ἀντιθέῳ Διομήδεϊ· τοὺς δʼ ἄρʼ ὕπερθε
 
Δηίφοβός τε μενεπτόλεμος κρατερός τε Πολίτης 340
 
σύν τʼ ἄλλοις ἑτάροισιν ἐρητύεσκον ὀϊστοῖς
 
ἠδʼ ἄρα χερμαδίοισι· περικτυπέοντο δὲ φωτῶν
 
βαλλόμεναι κόρυθές τε καὶ ἀσπίδες, αἵ τʼ ἀλεγεινὸν
 
αἰζηῶν ῥύοντο μόρον καὶ ἀμείλιχον αἶσαν.
 
ἀμφὶ δʼ ἄρʼ Ἰδαίῃσιν ἐριδμαίνεσκε πύλῃσιν 345
 
υἱὸς Ἀχιλλῆος· πονέοντο δέ οἱ πέρι πάντες
 
Μυρμιδόνες κρατεροῖο δαήμονες ἰωχμοῖο·
 
τοὺς δʼ ἀπὸ τείχεος εἶργον ἀπειρεσίοις βελέεσσι
 
θαρσαλέως Ἕλενός τε καὶ ὀβριμόθυμος Ἀγήνωρ,
 
Τρῶας ἐποτρύνοντες ἀνὰ μάθον· οἱ δὲ καὶ αὐτοὶ 350
 
προφρονέως μάρναντο φίλης περὶ τείχεσι πάτρης.
 
ἐς πεδίον δὲ πύλῃσι καὶ ὠκυπόρους ἐπὶ νῆας
 
νισσομένῃς Ὀδυσεύς τε καὶ Εὐρύπυλος πονέοντο
 
νωλεμέως· τοὺς δʼ ἠῢς ἀφʼ ἕρκεος ὑψηλοῖο
 
Αἰνείας λάεσσι μέγα φρονέων ἀπέρυκε. 355
 
πρὸς δὲ ῥόον Σιμόεντος ἔχεν πόνον ἀλγινόεντα
 
Τεῦκρος ἐϋμμελίης· ἄλλῃ δʼ ἔχεν ἄλλος ὀϊζύν.
 
καὶ τότʼ ἄρʼ ἀμφʼ Ὀδυσῆα δαΐφρονα κύδιμοι ἄνδρες
 
κείνου τεχνήεντι νόῳ ποτὶ μῶλον Ἄρηος

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi