Thesauros Edebiyat Destan τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον Quintus Smyrnaeus 4th cent

Kitap 11

 
Αἰνείας δʼ ἐδάμασσε βαλὼν ὑπὲρ ἰξύα δουρὶ
 
Αἰθαλίδην· αἰχμὴ δὲ παρʼ ὀμφαλὸν ἐξεπέρησεν
 
ἔγκατʼ ἐφελκομένη· ὁ δʼ ἄρʼ ἐν κονίῃσι τανύσθη
 
συμμάρψας χείρεσσιν ὁμῶς χολάδεσσιν ἀκωκὴν
 
δεινὰ μάλα στενάχων, γαίῃ δʼ ἐνέρεισεν ὀδόντας 205
 
βεβρυχώς· ψυχὴ δὲ καὶ ἄλγεα κάλλιπον ἄνδρα.
 
Ἀργεῖοι δὲ βόεσσιν ἐοικότες ἐπτοίηντο,
 
οὕς τʼ ἄμοτον μεμαῶτας ὑπὸ ζεύγλῃ καὶ ἀρότρῳ
 
τύψῃ ὑπὸ λαπάρην ταναοῖς ὑπὸ χείλεσιν οἶστρος
 
αἵματος ἱέμενος, τοὶ δʼ ἄσπετον ἀσχαλόωντες 210
 
ἔργου ἑκὰς φεύγουσιν, ἐπὶ σφίσι δʼ ἄχνυται ἀνὴρ
 
ἀμφότερον Zimmermann, ex P, for πονέων τε πόνον, τρομέων τʼ ἐπὶ βουσί,
 
μὴ δή που κατόπισθεν ἐπαΐσσοντος ἀρότρου
 
κέρσῃ νεῦρα σίδηρος ἀμείλιχος ἐν ποσὶ κύρσας·
 
ὣς Δαναοὶ φοβέοντο· περὶ σφίσι δʼ ἄχνυτο θυμὸν 215
 
υἱὸς Ἀχιλλῆος· μέγα δʼ ἴαχε λαὸν ἐέργων·
 
ἆ δειλοί, τί φέβεσθε ἐοικότες οὐτιδανοῖσι
 
ψήρεσιν, οὕς τʼ ἐφόβησεν ἰὼν κατεναντία κίρκος;
 
ἀλλʼ ἄγε θέσθʼ ἔνι θυμόν, ἐπεὶ πολὺ λώιόν ἐστι
 
τεθνάμεν ἐν πολέμῳ ἢ ἀνάλκιδα φύζαν ἑλέσθαι. 220
 
ὣς φάτο· τοὶ δʼ ἐπίθοντο θρασὺν νόον ἐν φρεσὶ θέντες
 
ἐσσυμένως· ὁ δὲ Τρωσὶ μέγα φρονέων ἐνόρουσε
 
πάλλων ἐν χείρεσσι θοὸν δόρυ· τῷ δʼ ἄρα λαοὶ
 
Μυρμιδόνων ἐφέποντο βίην ἀτάλαντον ἀέλλῃ
 
ἐν στέρνοισιν ἔχοντες· ἀνέπνευσαν δὲ κυδοιμοῦ 225
 
Ἀργεῖοι· ὁ δʼ ἄρʼ αἶψα φίλῳ πατρὶ θυμὸν ἐοικὼς
 
ἄλλον ἐπʼ ἄλλῳ ἔπεφνε κατὰ μόθον· οἱ δʼ ἀπιόντες
 
χἀζοντʼ, ἠΰτε κύμαθʼ, ἅ τʼ ἐκ βορέαο θυέλλης
 
πόλλʼ ἐπιπαφλάζοντα κυλίνδεται αἰγιαλοῖσιν
 
ὀρνύμενʼ ἐκ πόντοιο, τὰ δʼ ἔκποθεν ἄλλος ἀήτης 230
 
ἀντίον ἀΐξας μεγάλῃ περὶ λαίλαπι θύων
 
ὤσῃ ἀπʼ ἠιόνων Βορέω ἔτι βαιὸν ἀέντος·
 
ὣς Τρῶας Δαναοῖσιν ἐποιχομένους τὸ πάροιθεν
 
υἱὸς Ἀχιλλῆος θεοειδέος ὦσεν ὀπίσσω
 
τυτθόν, ἐπεὶ μένος ἠῢ θρασύφρονος Αἰνείαο 235
 
φευγέμεν οὐκ εἴασκε, μένειν δʼ ἀνὰ φύλοπιν αἰνὴν
 
θαρσαλέως· ἑκάτερθε ἴσην ἐτάνυσσεν Ἐνυὼ
 
ὑσμίνην. ἀλλʼ οὔτι καταντίον Αἰνείαο
 
υἱὸς Ἀχιλλῆος πῆλεν δόρυ πατρὸς ἑοῖο,
 
ἀλλʼ ἄλλῃ τρέπε θυμόν, ἐπεὶ Θέτις ἀγλαόπεπλος 240

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi