Kitap 11
ἄλλος δʼ ἄλλον ἔπεφνε, περιστεναχίζετο δʼ αἶα·
ὡς δʼ ὅτʼ ἐπιβρίσαντος ἀπειρεσίου ἀνέμοιο
λάβρον, ὑπὸ ῥιπῆς βαρυηχέος ἄλλυδις ἄλλα
δένδρεα μακρὰ πέσῃσιν ὑπὲκ ῥιζέων ἐριπόντα
ἄλσεος εὐρυπέδοιο, βρέμει δέ τε πᾶσα περὶ χθών·
125
ὣς οἵ γʼ ἐν κονίῃσι πέσον, κανάχησε δὲ τεύχη
ἄσπετον, ἀμφὶ δὲ γαῖα μέγʼ ἔβραχεν· οἱ δὲ κυδοιμοῦ
ἀργαλέου μνώοντο, μετὰ σφίσι πῆμα τιθέντες.
καὶ τότʼ ἄρʼ Αἰνείαο μόλε σχεδὸν ἠῢς Ἀπόλλων
ἠδʼ Ἀντηνορίδαο δαΐφρονος Εὐρυμάχοιο·
130
οἱ γὰρ δὴ μάρναντο πολυσθενέεσσιν Ἀχαιοῖς
ἄγχι μάλʼ ἑσταότες κατὰ φύλοπιν, εὖθʼ ὑπʼ ἀπήνῃ
δοιοὶ ὁμηλικίη κρατεροὶ βόες, οὺδʼ ἀπέληγον
ὑσμίνης· τοὺς δʼ αἶψα θεὸς ποτὶ μῦθον ἔειπεν
μάντεϊ εἰδόμενος Πολυμήστορι, τόν ποτε μήτηρ
135
γείνατʼ ἐπὶ Ξάνθοιο ῥοαῖς θεράπονθʼ Ἑκάτοιο·
Εὐρύμαχʼ Αἰνεία τε θεῶν γένος, οὔτι ἔοικεν
ὑμέας Ἀργείοισιν ὑπεικέμεν· οὐδὲ γὰρ αὐτὸς
ὔμμιν ὑπαντιάσας κεχαρήσεται ὄβριμος Ἄρης,
ἢν ἐθέλητε μάχεσθαι ἀνὰ κλόνον, οὕνεκα Μοῖραι
140
μακρὸν ἐπʼ ἀμφοτέροισι βίου τέλος ἐκλώσαντο.
ὣς εἰπὼν ἀνέμοισι μίγη καὶ ἄϊστος ἐτύχθη·
οἱ δὲ νόῳ φράσσαντο θεοῦ μένος· αἶψα γὰρ αὐτοῖς
θάρσος ἀπειρέσιον κατεχεύατο· μαίνετο δέ σφι
θυμὸς ἐνὶ στήθεσσι, καὶ ἔνθορον Ἀργείοισιν,
145
ἀργαλέοις σφήκεσσιν ἐοικότες, οἵ τʼ ἀλεγεινὸν
ἐκ θυμοῦ κοτέοντες ἐπιβρίσωσι μελίσσαις,
ἅς τε περὶ σταφυλῇς αὐαινομένῃς ἐν ὀπώρῃ
ἐρχομένας ἐσίδωσιν ἢ ἐκ σίμβλοιο θορούσας·
ὣς ἄρα Τρώιοι υἷες ἐϋπτολέμοισιν Ἀχαιοῖς
150
ἔνθορον ἐσσυμένως· κεχάροντο δὲ Κῆρες ἐρεμναὶ
μαρναμένων· ἐγέλασσε δʼ Ἄρης· ἰάχησε δʼ Ἐνυὼ
σμερδαλέον· μέγα δέ σφιν ἐπέβραχεν αἰόλα τεύχη.
οἱ δʼ ἄρα δυσμενέων ἀπερείσια φῦλα δάϊζον
χερσὶν ἀμαιμακέτῃσι· κατηρείποντο δὲ λαοὶ
155
αὕτως, ἠΰτʼ ἄμαλλα θέρευς εὐθαλπέος ὥρῃ,
ἥν ῥά τʼ ἐπιστέρχωσι θοοὶ χέρας ἀμητῆρες
δασσάμενοι κατʼ ἄρουραν ἀπείρονα μακρὰ πέλεθρα·
ὣς ἄρα τῶν ὑπὸ χερσὶ κατηρείποντο φάλαγγες
μυρίαι· ἀμφὶ δὲ γαῖα νεκρῶν περιπεπληθυῖα
160