Thesauros Edebiyat Destan τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον Quintus Smyrnaeus 4th cent

Kitap 11

 
Τρωαὶ δὲ στενάχοντο κατὰ πτόλιν, οὐδʼ ἐδύναντο
 
ἐλθέμεναι ποτὶ τύμβον, ἐπεὶ μάλα τηλόθʼ ἔκειτο
 
ἄστεος αἰπεινοῖο· νέοι δʼ ἔκτοσθε πόληος
 
νωλεμέως πονέοντο· μάχη δʼ οὐ λῆγε φόνοιο,
 
καίπερ Ἀλεξάνδροιο δεδουπότος, οὕνεκʼ Ἀχαιοὶ 5
 
Τρωσὶν ἐπεσσεύοντο ποτὶ πτόλιν, οἱ δὲ καὶ αὐτοὶ
 
τείχεος ἤιον ἐκτός ἐπεί σφεας ἦγεν ἀνάγκη·
 
ἐν γὰρ δὴ μέσσοισιν Ἔρις στονόεσσά τʼ Ἐνυὼ
 
στρωφῶντʼ, ἀργαλέῃσιν Ἐριννύσιν εἴκελαι ἄντην,
 
ἄμφω ἀπὸ στομάτων ὀλοὸν πνείουσαι ὄλεθρον· 10
 
ἀμφʼ αὐτοῖσι δὲ Κῆρες ἀναιδέα θυμὸν ἔχουσαι
 
ἀργαλέως μαίνοντο· φόβος δʼ ἑτέρωθι καὶ Ἄρης
 
λαοὺς ὀτρύνεσκον· ἐφέσπετο δέ σφισι Δεῖμος
 
φοινήεντι λύθρῳ πεπαλαγμένος, ὄφρα ἑ φῶτες
 
οἱ μὲν καρτύνωνται ὁρώμενοι, οἱ δὲ φέβωνται· 15
 
πάντῃ δʼ αἰγανέαι τε καὶ ἔγχεα καὶ βέλἐ ἀνδρῶν,
 
ἄλλυδις ἄλλα χέοντο κακοῦ μεμαῶτα φόνοιο·
 
ἀμφὶ δʼ ἄρα σφίσι δοῦπος ἐρειδομένοισιν ὀρώρει,
 
μαρναμένων ἑκάτερθε κατὰ φθισήνορα χάρμην.
 
Ἔνθʼ ἄρα Λαοδάμαντα Νεοπτόλεμος κατέπεφνεν, 20
 
ὃς τράφη ἐν Λυκίῃ Ξάνθου παρὰ καλὰ ῥέεθρα,
 
ὅν ποτʼ ἐριγδούποιο Διὸς δάμαρ ἀνθρώποισι
 
Λητὼ δἶ ἀνέφηνεν ἀναρρήξασα χέρεσσι
 
τρηχὺ πέδον Λυκίης ἐρικυδέος, ὁππόθʼ ἑοῖο
 
θεσπεσίου τοκετοῖο πολυτλήτῃσιν ἀνίῃ 25
 
δάμναθʼ ὑπʼ ὠδίνεσσιν, ὅσην ὠδῖνες ἔγειρον.
 
τῷ δʼ ἔπι Νῖρον ὄλεσσε βαλὼν ἀνὰ δηιοτῆτα
 
δουρὶ διὰ γναθμοῖο· πέρησε δέ οἱ στόμα χαλκὸς
 
γλῶσσάν τʼ αὐδήεσσαν· ὁ δʼ ἔγχεος ἄσχετον αἰχμὴν
 
ἄμφεχε βεβρυχώς· περὶ δʼ ἔρρεεν αἷμα γένυσσι 30
 
φθεγγομένου· καὶ τὸν μὲν ὑπὸ κρατερῆς χερὸς ἀλκῇ
 
ἐγχείη στονόεσσα ποτὶ χθονὸς οὖδας ἔρεισε
 
δευόμενον θυμοῖο. βάλεν δʼ Εὐήνορα δῖον
 
τυτθὸν ὑπὲρ λαπάρην, διὰ δʼ ἤλασεν ἐς μέσον ἧπαρ
 
αἰχμήν· τῷ δʼ ἀλεγεινὸς ἄφαρ συνέκυρσεν ὄλεθρος. 35
 
εἷλε δʼ ἄρʼ Ἰφιτίωνα καὶ Ἱππομέδοντα δάμασσε
 
Μαινάλου ὄβριμον υἷα, τὸν Ὡκυρόη τέκε Νύμφη
 
Σαγγαρίου ποταμοῖο παρὰ ῥόον· οὐδέ νυ τόν γε
 
δέξατο νοστήσαντα· κακὴ δέ ἑ Κὴρ ἀπάμερσε
 
παιδὸς ἀνιηρῶς, μέγα δʼ υἱέος ἔμβαλε πένθος. 40
1 / 13 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi