Thesauros Edebiyat Destan τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον Quintus Smyrnaeus 4th cent

Kitap 10

 
τοὺς ἔχʼ ἀοσσητῆρας· ἐμῶν δʼ ἀπὸ τῆλε μελάθρων 320
 
χάζεο, καὶ μακάρεσσι καὶ ἀνδράσι πῆμʼ ἀλεγεινόν·
 
σεῖο γὰρ εἵνεκʼ, ἀλιτρέ, καὶ ἀθανάτους ἕλε πένθος,
 
τοὺς μὲν ἐφʼ υἱωνοῖς, τοὺς δʼ υἱάσιν ὀλλυμένοισιν.
 
ἀλλά μοι ἔρρε δόμοιο καὶ εἰς Ἑλένην ἀφίκανε,
 
ἧς σε χρεὼν νυκτός τε ταὶ ἤματος ἀσχαλόωντα 325
 
τρύζειν πὰρ λεχέεσσι πεπαρμένον ἄλγεϊ λυγρῷ
 
εἰσόκε σʼ ἰήνειεν ἀνιηρῶν ὀδυνάων.
 
ὣς φαμένη γοόωντα φίλων ἀπέπεμπε μελάθρων,
 
νηπίη· οὐδʼ ἄρʼ ἐφράσσαθʼ ἑὸν μόρον· ἦ γὰρ ἔμελλον
 
κείνου ἀποφθιμένοιο καὶ αὐτῇ Κῆρες ἕπεσθαι 330
 
ἐσσυμένως· ὣς γάρ οἱ ἐπέκλωσεν Διὸς Αἶσα.
 
τὸν δʼ ἄρʼ ἀπεσσύμενον λασίης ὑπὲρ ἄκριας Ἴδης
 
οἶμον ἐς ἐσχατιήν, ὄθι μιν μόρος αἰνὸς ἄγεσκε Verse supplied by Zimmermann, ex P.
 
λυγρὸν ἐπισκάζοντα καὶ ἀχνύμενον μέγα θυμῷ
 
Ἥρη τʼ εἰσενόησε καὶ ἄμβροτον ἦτορ ἰάνθη,
 
ἑζομένη κατʼ Ὄλυμπον, ὅπῃ Διὸς ἔπλετʼ ἀλωὴ. 335
 
καί ῥά οἱ ἀμφίπολοι πίσυρες σχεδὸν ἑδριόωντο,
 
τάς ποτʼ ἄρʼ Ἠελίῳ χαροπὴ δμηθεῖσα Σελήνη
 
γείνατʼ ἀνʼ οὐρανὸν εὐρὺν ἀτειρέας, οὐδὲν ὁμοίας
 
ἀλλήλαις· μορφῇ δὲ διέκριθεν ἄλλη ἀπʼ ἄλλης·
 
πρώτη μὲν θέρεος καματώδεος ἔλλαχε μοῖραν,
 
ἡ δʼ ἑτέρη χειμῶνι καὶ αἰγοκερῆι μέμηλε· 340
 
εἴαρι δʼ αὖ τριτάτη, τετράτη δʼ ἐπιτέρπετʼ ὀπώρῃ· 340
 
τέτρασι γὰρ μοίρῃσι βροτῶν διαμείβεται αἰών,
 
ἃς κεῖναι ἐφέπουσιν ἀμοιβαδόν· ἀλλὰ τὰ μέν που
 
αὐτῷ Ζηνὶ μέλοιτο κατʼ οὐρανόν· αἱ ὀάριζον
 
ὁππόσα λοίγιος Αἶσα περὶ φρεσὶν οὐλομένῃσι
 
μήδετο, Τυνδαρίδος στυγερὸν γάμον ἐντύνουσα 345
 
Δηιφόβῳ, καὶ μῆνιν ἀνιηρὴν Ἑλένοιο
 
καὶ χόλον ἀμφὶ γυναικός, ὅπως τέ μιν υἷες Ἀχαιῶν
 
ἤμελλον μάψαντες ἐν ὑψηλοῖσιν ὄρεσσι
 
χωόμενον Τρώεσσι θοὰς ἐπὶ νῆας ἄγεσθαι,
 
ὥς τέ οἱ ἐννεσίῃσι κραταιοῦ Τυδέος υἱὸς 350
 
ἑσπομένου Ὀδυσῆος ὑπὲρ μέγα τεῖχος ὀρούσας
 
Ἀλκαθόῳ στονόεντα φέρειν ἤμελλεν ὄλεθρον
 
ἁρπάξας ἐθέλουσαν ἐΰφρονα Τριτογένειαν,
 
ἥ τʼ ἔρυμα πτόλιός τε καὶ αὐτῶν ἔπλετο Τρώων·
 
οὐδὲ γὰρ οὐδὲ θεῶν τις ἀπειρέσιον χαλεπήνας 355
 
ἔσθενεν ὄλβιον ἄστυ διαπραθέειν Πριάμοιο

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi