Kitap 10
ψυχή οἱ πεπότητʼ ἐπὶ χείλεσιν αὐαλέοισιν
280
ἀμφότερον βιότου τε καὶ ὕδατος ἱμείρουσα·
ὣς τοῦ ὑπὸ στέρνοισι καταίθετο θυμὸς ἀνίῃ·
καί ῥʼ ὀλιγοδρανέων τοῖον ποτὶ μῦθον ἔειπεν·
ὦ γύναι αἰδοίη, μὴ δή νύ με τειρόμενόν περ
ἐχθήρῃς, ἐπεὶ ἄρ σε πάρος λίπον ἐν μεγάροισι
285
χήρην, οὐκ ἐθέλων περ· ἄγον δέ με Κῆρες ἄφυκτοι
εἰς Ἑλένην, ἧς εἴθε πάρος λεχέεσσι μιγῆναι
σῇσιν ἐν ἀγκοίνῃσι θανὼν ἀπὸ θυμὸν ὄλεσσα.
ἀλλʼ ἄγε, πρός τε θεῶν, οἵ τʼ οὐρανὸν ἀμφινέμονται,
πρός τε τεῶν λεχέων καὶ κουριδίης φιλότητος,
290
ἤπιον ἔνθεο θυμόν, ἄχος δʼ ἀλεγεινὸν ἄλαλκε
φάρμακʼ ἀλεξήσοντα καθʼ ἕλκεος οὐλομένοιο
θεῖσα, τά μοι μεμόρηται ἀπωσέμεν ἄλγεα θυμοῦ,
ἢν ἐθέλῃς· σῇσιν γὰρ ἐπὶ φρεσίν, εἴτε σαῶσαι
μήδεαι ἐκ θανάτοιο δυσηχέος, εἴτε καὶ οὐκί·
295
ἀλλʼ ἐλέαιρε τάχιστα καὶ ὠκυμόρων σθένος ἰῶν
ἐξάκεσʼ, ἕως μοι ἔτʼ ἀμφὶ μένος καὶ γυῖα τέθηλε·
μηδέ τί με ζήλοιο λυγροῦ μεμνημένη ἔμπης
καλλείψῃς θανέεσθαι ἀμειλίκτῳ ὑπὸ πότμῳ
πὰρ ποσὶ σοῖσι πεσόντα· λιταῖς δʼ ἀποθύμια ῥέξεις,
300
αἵ ῥα καὶ αὐταὶ Ζηνὸς ἐριγδούποιο θύγατρες
εἰσί, καὶ ἀνθρώποισιν ὑπερφιάλοις κοτέουσαι
ἐξόπιθε στονόεσσαν ἐπιθύνουσιν Ἐριννὺν
καὶ χόλον, ἀλλὰ σύ, πότνα, κακὰς ἀπὸ Κῆρας ἔρυκε
ἐσσυμένως, εἰ καί τι παρήλιτον ἀφραδίῃσιν.
305
ὣς ἄρʼ ἔφη· τῆς δʼ οὔτι φρένας παρέπεισε κελαινάς,
ἀλλά ἑ κερτομέουσα μέγʼ ἀχνύμενον προσέειπε·
τίπτε μοι εἰλήλουθας, ἐναντίον, ἥν ῥα πάροιθεν
κάλλιπες ἐν μεγάροισιν ἀάσπετα κωκύουσαν
εἵνεκα Τυνδαρίδος πολυκηδέος, ᾗ παριαύων
310
τέρπεο καγχαλόων, ἐπεὶ ἦ πολὺ φερτέρη ἐστὶν
τῆς σέο κουριδίης· τὴν γὰρ φάτις ἔμμεν ἀγήρω·
κείνην ἐσσυμένως γουνάζεο, μηδέ νύ μοί περ
δακρυόεις ἐλεεινὰ καὶ ἀλγινόεντα παραύδα·
αἴ γάρ μοι μέγα θηρὸς ὑπὸ κραδίῃ μένος εἴη
315
δαρδάψαι δέο σάρκας, ἔπειτα δέ θʼ αἷμα λαφύξαι,
οἷά με πήματʼ ἔοργας ἀτασθαλίῃσι πιθήσας.
σχέτλιε, ποῦ νύ τοί ἐστιν ἐϋστέφανος Κυθέρεια;
πῇ δὲ πέλει γαμβροῖο λελασμένος ἀκάματος Ζεύς;