Thesauros Edebiyat Destan τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον Quintus Smyrnaeus 4th cent

Kitap 10

 
καί ῥά οἱ ἐκ βελέων ὀλοὸς περὶ τύμβος ἐτύχθη
 
πὰρ τέμενος καὶ σῆμα κραταιοῦ Βελλεροφόντου,
 
τῷ ἔνι κυδαλίμης Τιτηνίδος ἀγχόθι πέτρης·
 
ἀλλʼ ὁ μὲν αἴσιμον ἦμαρ ἀναπλήσας ὑπʼ ὀλέθρῳ
 
ὕστερον ἐννεσίῃσιν ἀγαυοῦ Λητοΐδαο 165
 
τίεται ὥς τε θεός, φθινύθει δέ οἱ οὔποτε τιμή.
 
Ποίαντος δʼ ἐπὶ τοῖσι πάϊς κτάνε Δηιονῆα
 
ἠδʼ Ἀντήνορος υἱὸν ἐϋμμελίην Ἀκάμαντα·
 
ἄλλων δʼ αἰζηῶν ὑπεδάμνατο πουλὺν ὅμιλον·
 
θῦνε γὰρ ἐν δηίοισιν ἀτειρέϊ ἶσος Ἄρηι 170
 
ἢ ποταμῷ κελάδοντι, ὃς ἕρκεα μακρὰ δαΐζει
 
πλημμύρων, ὅτε λάβρον ὀρινόμενος περὶ πέτραις
 
ἐξ ὀρέων ἀλεγεινὰ μεμιγμένος ἔρχεται ὄμβρῳ,
 
ἀέναός περ ἐὼν καὶ ἀγάρροος, οὐδέ νυ τόν γε
 
εἴργουσιν προβλῆτες ἀάσπετα παφλάζοντα· 175
 
ὣς οὔτις Ποίαντος ἀγακλειτοῦ θρασὺν υἷα
 
ἔσθενεν ὀφθαλμοῖσιν ἰδὼν καὶ ἄπωθε πελάσσαι·
 
ἐν γάρ οἱ στέρνοισι μένος περιώσιον ἦεν.
 
τεύχεσι δʼ ἀμφεκέκαστο δαΐφρονος Ἡρακλῆος
 
δαιδαλέοις· περὶ γάρ οἱ ἐνὶ ζωστῆρι φαεινῷ 180
 
ἄρκτοι ἔσαν βλοσυραὶ καὶ ἀναιδέες· ἀμφὶ δὲ θῶες
 
σμερδαλέοι, καὶ λυγρὸν ὑπʼ ὀφρύσι μειδιόωσαι
 
πορδάλιες· τῶν δʼ ἄγχι λύκοι ἔσαν ὀβριμόθυμοι
 
καὶ σύες ἀργιόδοντες ἐϋσθενέες τε λέοντες
 
ἐκπάγλως ζωοῖσιν ἐοικότες· ἀμφὶ δὲ πάντῃ 185
 
ὑσμῖναι ἐνέκειντο μετʼ ἀργαλέοιο φόνοιο·
 
δαίδαλα μέν οἱ τόσσα περὶ ζωστῆρα τέτυκτο.
 
ἄλλα δέ οἱ γωρυτὸς ἀπείριτος ἀμφεκέκαστο·
 
ἐν μὲν ἔην Διὸς υἱὸς ἀελλοπόδης Ἑρμείης
 
Ἰνάχου ἀμφὶ ῥέεθρα κατακτείνων μέγαν Ἄργον, 190
 
Ἄργον, ὅς ὀφθαλμοῖσιν ἀμοιβαδὸν ὑπνώεσκεν·
 
ἐν δὲ βίη Φαέθοντος ἀνὰ ῥόον Ἠριδανοῖο
 
βλήμενος ἐκ δίφροιο· καταιθομένης δʼ ἄρα γαίης
 
ὡς ἐτεόν περ ἄητο μέλας ἐνὶ ἠέρι καπνός·
 
Περσεὺς δʼ ἀντίθεος βλοσυρὴν ἐδάϊζε Μέδουσαν, 195
 
ἄστρων ᾗχι λοετρὰ πέλει καὶ τέρματα γαίης
 
πηγαί τʼ ὠκεανοῖο βαθυρρόου, ἔνθʼ ἀκάμαντι
 
ἠελίῳ δύνοντι συνέρχεται ἑσπερίη νύξ·
 
ἐν δὲ καὶ ἀκαμάτοιο μέγας πάϊς Ἰαπετοῖο
 
Καυκάσου ἠλιβάτοιο παρῃώρητο κολώνῃ 200

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi