Thesauros Edebiyat Destan τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον Quintus Smyrnaeus 4th cent

Kitap 10

 
ἀθανάτης ἔμπροσθεν ἀκηδέος ἐμβεβαυίης·
 
οὐδέ οἱ ἄμβροτον εἶδος ἐτεκτήναντο σιδήρῳ
 
ἀνέρες, ἀλλά μιν αὐτὸς ἀπʼ Οὐλύμποιο Κρονίων
 
κάββαλεν ἐς Πριάμοιο πολυχρύσοιο πόληα. 360
 
καὶ τὰ μὲν ὣς ὀάριζε Διὸς δάμαρ ἀμφιπόλοισιν,
 
ἄλλα τε πόλλʼ ἐπὶ τοῖσι. Πάριν δʼ ἄρα θυμὸς ἐν Ἴδῃ
 
κάλλιπεν, οὐδʼ Ἑλένη μιν ἐσέδρακε νοστήσαντα·
 
ἀμφὶ δέ μιν Νύμφαι μέγʼ ἐκώκυον, οὕνεκʼ ἄρʼ αὐτοῦ
 
εἰσέτι που μέμνηντο κατὰ φρένας, ὅσσα πάροιθεν 365
 
ἐξέτι νηπιάχοιο συναγρομένῃς ὀάριζε·
 
σὺν δέ σφιν μύροντο βοῶν θοοὶ ἀγροιῶται
 
ἀχνύμενοι κατὰ θυμόν· ἐπεστενάχοντο δὲ βῆσσαι.
 
καὶ τότε δὴ Πριάμοιο πολυτλήτοιο γυναικὶ
 
δεινὸν Ἀλεξάνδροιο μόρον φάτο βουκόλος ἀνήρ· 370
 
τῆς δʼ ἄφαρ, ὡς ἐσάκουσε, τρόμῳ περιπάλλετο θυμός,
 
γυῖα δʼ ὑπεκλάσθησαν· ἔπος δʼ ὀλοφύρατο τοῖον·
 
ὤλεό μοι, φίλε τέκνον, ἐμοὶ δʼ ἐπὶ πένθεϊ πένθος
 
κάλλιπες αἰὲν ἄφυκτον, ἐπεὶ πολὺ φέρτατος ἄλλων
 
παίδων ἔσκες ἐμεῖο μεθʼ Ἕκτορα· τῷ νύ σε λυγρὴ 375
 
κλαύσομαι, εἰσόκε μοι κραδίῃ ἔνι πάλλεται ἦτορ·
 
οὐ γὰρ ἄνευ μακάρων τάδε πάσχομεν, ἀλλά τις Αἶσα
 
μήδετο λοίγια ἔργα, τὰ μὴ ὤφειλον ὀτλῆσαι,
 
ἀλλʼ ἔθανον τὸ πάροιθεν ἐν εἰρήνῃ τε καὶ ὄλβῳ·
 
 
ἐλπομένη καὶ ἔτʼ ἄλλα κακώτερα θηήσασθαι, 380
 
παῖδας μὲν κταμένους, κεραϊζομένην δὲ πόληα
 
καὶ πυρὶ δαιομένην Δαναῶν ὑπὸ καρτεροθύμων,
 
σύν τε νυοὺς θύγατράς τε μετὰ Τρωῇσι καὶ ἄλλαις
 
ἑλκομένας ἅμα παισὶ δορυκτήτῳ ὑπʼ ἀνάγκῃ.
 
ὣς φάτο κωκύουσα· πόσις δέ οἱ οὔ τι πέπυστο· 385
 
ἀλλʼ ὁ παρʼ Ἕκτορος ἧστο τάφῳ ἐπὶ δάκρυα χεύων,
 
οὕνεκʼ ἄριστος ἔην καὶ ἐρύετο δούρατι πάτρην·
 
τοῦ πέρι πευκαλίμας ἀχέων φρένας οὔ τι πέπυστο.
 
ἀλλʼ Ἑλένη μάλα πολλὰ διηνεκέως γοόωσα
 
ἄλλα μὲν ἐν Τρώεσσιν ὀΰτεεν, ἄλλα δέ οἱ κῆρ 390
 
ἐν κραδίῃ μενέαινε· φίλον δʼ ἀνὰ θυμὸν ἔειπεν·
 
ἆνερ, ἐμοὶ καὶ Τρωσὶ καὶ αὐτῷ σοὶ μέγα πῆμα,
 
ὤλεο λευγαλέως· ἐμὲ δʼ ἐν στυγερῇ κακότητι
 
κάλλιπες ἐλπομένην ὀλοώτερα πήματʼ ἰδέσθαι.
 
ὡς ὄφελόν μʼ Ἅρπυιαι ἀνηρείψαντο πάροιθεν, 395

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi