Thesauros Edebiyat Destan τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον Quintus Smyrnaeus 4th cent

Kitap 1

 
οἱ δʼ ὀπίσω χάζοντο τεθηπότα θυμὸν ἔχοντες,
 
ἡ δʼ ἕπετʼ ἠΰτε κῦμα βαρυγδούποιο θαλάσσης 320
 
νήεσιν ὠκείῃσιν, ὅθʼ ἱστία λευκὰ πετάσσῃ
 
οὖρος ἐπειγόμενος, βοόωσι δὲ πάντοθεν ἄκραι
 
πόντου ἐρευγομένοιο ποτὶ χθονὸς ᾐόνα μακρήν.
 
ὣς ἥ γʼ ἑσπομένη Δαναῶν ἐδάϊζε φάλαγγας,
 
καί σφιν ἐπηπείλησε μέγα φρεσὶ κυδιόωσα· 325
 
ὦ κύνες, ὡς Πριάμοιο κακὴν ἀποτίσετε λώβην
 
σήμερον· οὐ γάρ πώ τις ἐμὸν σθένος ἐξυπαλύξας
 
χάρμα φίλοις τοκέεσσι καὶ υἱάσιν ἠδʼ ἀλόχοισιν
 
ἔσσεται· οἰωνοῖς δὲ βόσις καὶ θηρσὶ θανόντες
 
κείσεσθʼ, οὐδέ τι τύμβος ἐφʼ ὑμέας ἵξεται αἴης. 330
 
πῇ νῦν Τυδείδαο βίη, πῇ δʼ Αἰακίδαο,
 
ποῦ δὲ καὶ Αἴαντος; τοὺς γὰρ φάτις ἔμμεν ἀρίστους·
 
ἀλλʼ ἐμοὶ οὐ τλήσονται ἐναντία δηριάασθαι,
 
μή σφιν ἀπὸ μελέων ψυχὰς φθιμένοισι πελάσσω.
 
ἦ ῥα καὶ Ἀργείοισι μέγα φρονέουσʼ ἐνόρουσε 335
 
θηρὶ βίην εἰκυῖα, πολὺν δʼ ὑπεσάμνατο λαὸν
 
ἄλλοτε μὲν βουπλῆγι βαρυστόμῳ, ἄλλοτε δʼ αὖτε
 
πάλλουσʼ ὀξὺν ἄκοντα· φέρεν δέ οἱ αἰόλος ἵππος
 
ἰοδόκην καὶ τόξον ἀμείλιχον, εἴ που ἄρʼ αὐτῇ
 
χρειὼ ἀνʼ αἱματόεντα μόθον βελέων ἀλεγεινῶν 340
 
καὶ τόξοιο πέλοιτο· θοοὶ δέ οἱ ἄνδρες ἕποντο
 
Ἕκτορος ἀγχεμάχοιο κασίγνητοί τε φίλοι τε
 
ὄβριμον ἐν στέρνοισιν ἀναπνείοντες Ἄρηα,
 
οἳ Δαναοὺς ἐδάϊζον ἐϋξέστῃς μελίῃσι·
 
τοὶ δὲ θοοῖς φύλλοισιν ἐοικότες ἢ ψεκάδεσσι 345
 
πίπτον ἐπασσύτεροι, μέγα δʼ ἔστενεν ἄσπετος αἶα
 
αἵματι δευομένη νεκύεσσί τε πεπληθυῖα·
 
ἵπποι δʼ ἀμφὶ βέλεσσι πεπαρμένοι ἢ μελίῃσιν
 
ὑστάτιον χρεμέτιζον ἑὸν μένος ἐκπνείοντες·
 
οἱ δὲ κόνιν βρυγμοῖσι Zimmermann, for δεδραγμένοι ἀσπαίρεσκον· 350
 
τοὺς δʼ ἄρα Τρώιοι ἵπποι ἑπεσσύμενοι μετόπισθεν
 
ἄντλον ὅπως στείβεσκον ὁμοῦ κταμένοισι πεσόντας.
 
καί τις ἐνὶ Τρώεσσιν ἀγάσσατο μακρὰ γεγηθώς,
 
ὡς ἴδε Πενθεσίλειαν ἀνὰ στρατὸν ἀΐσσουσαν
 
λαίλαπι κυανέῃ ἐναλίγκιον, ἥ τʼ ἐνὶ πόντῳ 355
 
μαίνεθʼ, ὅτʼ αἰγοκερῆι συνέρχεται ἠελίου ἴς·
 
καί ῥʼ ὅ γε μαψιδίῃσιν ἐπʼ ἐλπωρῇσιν ἔειπεν·
 
ὦ φίλοι, ὡς ἀναφανδὸν ἀπʼ οὐρανοῦ εἰλήλουθε

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi