Kitap 1
ἐσσυμένως οἴμησεν ἀριστερός· ἀμφὶ δὲ θυμῷ
200
τάρβησε Πριάμοιο νόος, φάτο δʼ οὐκέτʼ ἀθρήσειν
ζωὴν Πενθεσίλειαν ἀπὸ πτολέμοιο κιοῦσαν·
καὶ τὸ μὲν ὣς ἤμελλον ἐτήτυμον ἤματι κείνῳ
κῆρες ὑπεκτελέειν· ὁ δʼ ἄρʼ ἄχνυτο θυμὸν ἐαγώς.
Ἀργεῖοι δʼ ἀπάνευθεν ἐθάμβεον, εὖτʼ ἐσίδοντο
205
Τρῶας ἐπεσσυμένους καὶ Ἀρηίδα Πενθεσίλειαν,
τοὺς μὲν δὴ θήρεσσιν ἐοικότας, οἵ τʼ ἐν ὄρεσσι
ποίμνῃς εἰροπόκοισι φόνον στονόεντα φέρουσι,
τὴν δὲ πυρὸς ῥιπῇ ἐναλίγκιον, ἥ τʼ ἐπὶ θάμνοις
μαίνεται ἀζαλέοισιν ἐπειγομένου ἀνέμοιο·
210
καί τις ἅμʼ ἀγρομένοισιν ἔπος ποτὶ τοῖον ἔειπεν·
τίς δὴ Τρῶας ἔγειρε μεθʼ Ἕκτορα δῃωθέντα,
οὓς φάμεν οὐκέτι νῶιν ὑπαντιάσειν μεμαῶτας;
νῦν δʼ ἄφαρ ἀΐσσουσι λιλαιόμενοι μέγα χάρμης.
καί νύ τις ἐν μέσσοισιν ἐποτρύνει πονέεσθαι·
215
φαίης κεν θεὸν ἔμμεν, ἐπεὶ μέγα μήδεται ἔργον.
ἀλλʼ ἄγε θάρσος ἄατον ἐνὶ στέρνοισι λαβόντες
ἀλκῆς μνησώμεσθα δαΐφρονος· οὐδὲ γὰρ ἡμεῖς
νόσφι θεῶν Τρώεσσι μαχησόμεθʼ ἤματι τῷδε.
ὣς φάτο· τοὶ δὲ φαεινὰ περὶ σφίσι τεύχεα θέντες
220
νηῶν ἐξεχέοντο μένος καταειμένοι ὤμοις·
σὺν δʼ ἔβαλον θήρεσσιν ἐοικότες ὠμοβόροισι
δῆριν ἐς αἱματόεσσαν, ὁμοῦ δʼ ἔχον ἔντεα καλά,
ἔγχεα καὶ θώρηκας ἐϋσθενέαδ τε βοείας
καὶ κόρυθας βριαράς, ἕτερος δʼ ἑτέρου χρόα χαλκῷ
225
τύπτον ἀπηλεγέως· τὸ δʼ ἐρεύθετο Τρώιον οὖδας.
Ἔνθʼ ἕλε Πενθεσίλεια Μολίονα Περσίνοόν τε
Εἰλισσόν τε καὶ Ἀντίθεον καὶ ἀγήνορα Λέρνον
Ἵππαλμόν τε καὶ Αἱμονίδην κρατερόν τʼ Ἐλάσιππον·
Δηρινόη δʼ ἕλε Δαογόνον, Κλονίη δὲ Μένιππον,
230
ὅς ῥα πάρος Φυλακῆθεν ἐφέσπετο Πρωτεσιλάῳ,
ὅππως κε Τρώεσσιν ἐϋσθενέεσσι μάχηται.
τοῦ δʼ ἄρʼ ἀποφθμένοιο Ποδάρκεϊ θυμὸς ἀρίνθη
Ἰφικληιάδῃ· τὸν γὰρ μέγα φίλαθʼ ἑταίρων·
αἶψα δʼ ὅ γʼ ἀντιθέην Κλονίην βάλε, τῆς δὲ διαπρὸ
235
ἦλθε δόρυ στιβαρὸν κατὰ νηδύος, ἐκ δέ οἱ ὦκα
δουρὶ χύθη μέλαν αἷμα, συνέσπετο δʼ ἔγκατα πάντα·
τῆς δʼ ἄρα Πενθεσίλεια χολώσατο, καί ῥα Ποδάρκεα
οὔτασεν ἐς μυῶνα παχὺν περιμήκεϊ δουρὶ