Thesauros Edebiyat Destan τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον Quintus Smyrnaeus 4th cent

Kitap 1

 
τοὶ δὲ μόγῳ στονόεντι τετρυμένοι ἅψεα πάντα
 
ἐξ ἁλὸς ἀΐσσουσι μέγʼ ἀχνύμενοι περὶ νηὸς
 
ἠδʼ ἐτάρων, οὓς αἰνὸν ὐπὸ ζόφον ἤλασε κῦμα·
 
ὣς Τρῶες ποτὶ ἄστυ πεφυζότες ἐκ πολέμοιο 640
 
κλαῖον πάντες Ἄρηος ἀμαιμακέτοιο θύγατρα
 
καὶ λαούς, οἳ δῆριν ἀνὰ στονόεσσαν ὄλοντο.
 
Τῇδʼ ἔπικαγχλόων μεγάλʼ εὔχετο Πηλέος υἱός·
 
κεῖσό νυν ἐν κονίῃσι κυνῶν βόσις ἠδʼ οἰωνῶν,
 
δειλαίη· τίς γάρ σε παρήπαφεν ἀντίʼ ἐμεῖο 645
 
ἐλθέμεν; ἦ που ἔφησθα μάχης ἄπο νοστήσασα
 
οἰσέμεν ἄσπετα δῶρα παρά Πριάμοιο γέροντος
 
κτείνασʼ Ἀργείους· ἀλλʼ οὐ τόδε σοίγε νόημα
 
ἀθάνατοι ἐτέλεσσαν, ἐπεὶ μέγα φέρτατοί εἰμεν
 
ἡρώων, Δαναοῖσι φάος μέγα, Τρωσὶ δὲ πῆμα 650
 
ἠδὲ σοὶ αἰνομόρῳ, ἐπειή νύ σε Κῆρες ἐρεμναὶ
 
καὶ νόος ἐξορόθυνε γυναικῶν ἔργα λιποῦσαν
 
βήμεναι ἐς πόλεμον, τόν περ τρομέουσι καὶ ἄνδρες.
 
ὣς εἰπὼν μελίην ἐξείρυσε Πηλέος υἱὸς
 
ὠκέος ἐξ ἵπποιο καὶ αἰνῆς Πενθεσιλείης· 655
 
ἄμφω δʼ ἀσπαίρεσκον ὑφʼ ἓν δόρυ δῃωθέντες.
 
ἀμφὶ δέ οἱ κρατὸς κόρυν εἵλετο μαρμαίρουσαν
 
ἠελίου ἀκτῖσιν ἀλίγκιον ἢ Διὸς· αἴγλῃ·
 
τῆς δὲ καὶ ἐν κονίῃσι καὶ αἵματι πεπτηυίης
 
ἐξεφάνη ἐρατῇσιν ὑπʼ ὀφρύσι καλά πρόσωπα 660
 
καίπερ ἀποκταμένης. οἱ δʼ, ὡς ἴδον, ἀμφιέποντες
 
Ἀργεῖοι θάμβησαν, ἐπεὶ μακάρεσσιν ἐῴκει.
 
κεῖτο γὰρ ἐν τεύχεσσι κατὰ χθονὸς ἠΰτʼ ἀτειρὴς
 
Ἄρτεμις ὑπνώουσα, Διὸς τέκος, εὖτε κάμῃσι
 
γυῖα κατʼ οὔρεα μακρὰ θοοὺς βάλλουσα λέοντας· 665
 
αὐτὴ γάρ μιν ἔτευξε καὶ ἐν φθιμένοισιν ἀγητὴν
 
Κύπρις ἐϋστέφανος κρατεροῦ παράκοιτις Ἄρηος,
 
ὄφρα τι καὶ Πηλῆος ἀμύμονος υἷʼ ἀκαχήσῃ.
 
πολλοὶ δʼ εὐχετόωντο κατʼ οἰκία νοστήσαντες
 
τοίης ἧς ἀλόχοιο ταρὰ λεχέεσσιν ἰαῦσαι. 670
 
καὶ δʼ Ἀχιλεὺς ἀλίαστον ἑῷ ἐνετείρετο θυμῷ,
 
οὕνεκά μιν κατέπεφνε καὶ οὐκ ἄγε δῖαν ἄκοιτιν
 
Φθίην εἰς εὔπωλον, ἐπεὶ μέγεθός τε καὶ εἶδος
 
ἔπλετʼ ἀμώμητός τε καὶ ἀθανάτῃσιν ὁμοίη.
 
Ἄρεϊ δʼ ἔμπεσε πένθος ὑπὸ φρένας ἀμφὶ θυγατρὸς 675
 
θυμὸν ἀκηχεμένῳ· τάχα δʼ ἔκθορεν Οὐλύμποιο

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi