Thesauros Edebiyat Destan τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον Quintus Smyrnaeus 4th cent

Kitap 1

 
οὐδέ σφιν θανάτοιο πέλε στονόεντος ἄλυξις·
 
ἀλλʼ ἅτε μηκάδες αἶγες ὑπὸ βλοσυρῇσι γένυσσι
 
πορδάλιος κτείνοντο, ποθὴ δʼ ἔχεν οὐκέτι χάρμης 480
 
ἀνέρας ἀλλὰ φόβοιο, καὶ ἄλλυδις ἤιον ἄλλοι
 
οἱ μὲν ἀπορρίψαντες ἐπὶ χθόνα τεύχἐ ἀπʼ ὤμων,
 
οἱ δʼ ἄρα σὺν τεύχεσσι, καὶ ἡνιόχων ἀπάνευθεν
 
ἵπποι ἴσαν φεύγοντες· ἐπεσσυμένοις δʼ ἄρα χάρμα
 
ἔπλετʼ, ἀπολλυμένων δὲ πολὺς στόνος· οὐδέ τις ἀλκὴ 485
 
γίνετο τειρομένοισι· μινυνθάδιοι δὲ πέλοντο
 
πάντες, ὅσους ἐκίχανεν ἀνὰ κρυερὸν στόμα χάρμης.
 
ὡς δʼ ὅτʼ ἐπιβρίσασα μέγα στονόεσσα θύελλα
 
ἄλλα μὲν ἐκ ῥιζέων χαμάδις βάλε δένδρεα μακρὰ
 
ἄνθεσι τηλεθόωντα, τὰ δʼ ἐκ πρέμνοιο κέδασσεν 490
 
ὑψόθεν, ἀλλήλοισι δʼ ἐπὶ κλασθέντα κέχυνται·
 
ὣς Δαναῶν κέκλιντο πολὺς στρατὸς ἐν κονίῃσι
 
Μοιράων ἰότητι καὶ ἔγχεϊ Πενθεσιλείης.
 
αὐτὰρ ἐπεὶ καὶ νῆες ἐνιπρήσεσθαι ἔμελλον
 
χερσὶν ὕπο Τρώων, τότε που μενεδήιος Αἴας 495
 
οἰμωγῆς ἐσάκουσε καὶ Αἰακίδην προσέειπεν·
 
ὦ Ἀχιλεῦ, περὶ δή μοι ἀπείριτος ἤλυθεν αὐδὴ
 
οὔασιν ὡς πολέμοιο συνεσταότος μεγάλοιο·
 
ἀλλʼ ἴομεν, μὴ Τρῶες ὑποφθάμενοι παρὰ νηυσὶν
 
Ἀργείους ὀλέσωσι, καταφλέξωσι δὲ νῆας· 500
 
νῶιν δʼ ἀμφοτέροισιν ἐλεγχείη ἀλεγεινὴ
 
ἔσσεται· οὐ γὰρ ἔοικε Διὸς μεγάλοιο γεγῶτας
 
αἰσχύνειν πατέρων ἱερὸν γένος, οἵ ῥα καὶ αὐτοὶ
 
τὸ πρὶν ἅμʼ Ἡρακλῆι δαΐφρονι Δαομέδοντος
 
Τροίην, 505
 
ὡς καὶ νῦν τελέεσθαι ὑφʼ ἡμετέρῃσιν ὀΐω
 
χερσίν, ἐπεὶ μέγα κάρτος ἀέξεται ἀμφοτέροισιν.
 
ὣς φάτο· τῷ δʼ ἐπίθησε θρασὺ σθένος Αἰακίδαο·
 
κλαγγὴν γὰρ στονόεσσαν ὑπέκλυεν οὔασιν οἷσιν.
 
ἄμφω δʼ ὡρμήθησαν ἐπʼ ἔντεα μαρμαίροντα· 510
 
καὶ τὰ μὲν ἑσσάμενοι κατεναντίον ἔσταν ὁμίλου·
 
τῶν δʼ ἄρα τεύχεα καλὰ μέγʼ ἔβραχε· μαίνετο δέ σφιν
 
ἶσον θυμὸς Ἄρηι· τόσον σθένος ἀμφοτέροισι
 
δῶκεν ἐπειγομένοισι σακέσπαλος Ἀτρυτώνη.
 
Ἀργεῖοι δʼ ἐχάρησαν, ἐπεὶ ἴδον ἄνδρε κραταιὼ 515
 
εἰδομένω παίδεσσιν Ἀλωῆος μεγάλοιο,
 
οἵ ποτʼ ἐπʼ εὐρὺν Ὄλυμπον ἔφαν θέμεν οὔρεα μακρὰ

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi