Thesauros Edebiyat Destan τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον Quintus Smyrnaeus 4th cent

Kitap 1

 
ἀνέρος οὐ παρεόντος ἐπέσσυται ἄλλοθεν ἄλλῃ
 
σινομένη φυτὰ πάντα νέον μάλα τηλεθόωντα,
 
καὶ τὰ μὲν ἂρ κατέδαψε, τὰ δʼ ἐν ποσὶν ἠμάλδυνεν· 400
 
ὣς ἄρʼ Ἀχαιῶν υἷας ἐπεσσυμένη καθʼ ὅμιλον
 
κούρη Ἐνυαλίη τοὺς μὲν κτάνε, τοὺς δʼ ἐφόβησε.
 
Τρωιάδες δʼ ἀπάνευθεν ἀρήια ἔργα γυναικὸς
 
θαύμαζον, πολέμοιο δʼ ἔρως λάβεν ἱπποδάμοιο
 
Ἀντιμάχοιο θύγατρα Μενεπτολέμοιο δʼ ἄκοιτιν 405
 
Τισιφόνην· κρατερῇσι δʼ ὑπὸ φρεσὶν ἐμμεμαυῖα
 
θαρσαλέον φάτο μῦθον ὁμήλικας ὀτρύνουσα
 
δῆριν ἐπὶ στονόεσσαν· ἔγειρε δέ οἱ θράσος ἀλκήν·
 
ὦ φίλαι, ἄλκιμον ἦτορ ἐνὶ στέρνοισι λαβοῦσαι
 
ἀνδράσιν ἡμετέροισιν ὁμοίιον, οἳ περὶ πάτρης 410
 
δυσμενέσιν μάρνανται ὑπὲρ τεκέων τε καὶ ἡμέων,
 
οὔποτʼ ἀναπνείοντες ὀϊζύος—ἀλλὰ καὶ αὐταὶ
 
παρθέμεναι φρεσὶ θυμὸν ἴσης μνησώμεθα χάρμης·
 
οὐ γὰρ ἀπόπροθέν εἰμεν ἐϋσθενέων αἰζηῶν,
 
ἀλλʼ οἷον κείνοισι πέλει μένος ἔστι καὶ ἡμῖν· 415
 
ἶσοι δʼ ὀφθαλμοὶ καὶ γούνατα, πάντα δʼ ὁμοῖα,
 
ξυνὸν δʼ αὖ πάντεσσι φάος καὶ νήχυτος ἀήρ,
 
φορβὴ δʼ οὐχ ἑτέρη· δί δʼ ἐπʼ ἀνδράσι λώιον ἄλλο
 
θῆκε θεός; τῷ μή τι φεβώμεθα δηιοτῆτα.
 
ἢ οὐχ ὁράατε γυναῖκα μέγʼ αἰζηῶν προφέρουσαν 420
 
ἀγχεμάχων; τῆς δʼ οὔτι πέλει σχεδὸν οὔτε γενέθλη
 
οὔτʼ ἄρʼ ἑὸν πτολίεθρον, ὑπὲρ ξείνοιο δʼ ἄνακτος
 
μάρναται ἐκ θυμοῖο καὶ οὐκ ἐμπάζεται ἀνδρῶν
 
ἐνθεμένη φρεσὶ θάρσος ἀταρτηρόν τε νόημα·
 
ἡμῖν δʼ ἄλλοθεν ἄλλα παραὶ ποσὶν ἄλγεα κεῖται· 425
 
τῇς μὲν γὰρ φίλα τέκνα καὶ ἀνέρες ἀμφὶ πόληι
 
ὤλλυνθʼ, αἱ δὲ τοκῆας ὀδυρόμεθʼ οὐκέτʼ ἐόντας·
 
ἄλλαι δʼ αὖτʼ ἀκάχηνται ἀδελφειῶν ἐπʼ ὀλέθρῳ
 
καὶ πηῶν· οὐ γάρ τις ὀϊζυρῆς κακότητος
 
ἄμμορος· ἐλπωρὴ δὲ πέλει καὶ δούλιον ἦμαρ 430
 
εἰσιδέειν· τῷ μή τις ἔτʼ ἀμβολίη πολέμοιο
 
εἴη τειρομένῃσιν· ἔοικε γὰρ ἐν δαῒ μᾶλλον
 
τεθνάμεν ἢ μετόπισθεν ὑπʼ ἀλλοδαποῖσιν ἄγεσθαι
 
νηπιάχοις ἅμα παισὶν ἀνιηρῇ ὑπʼ ἀνάγκῃ
 
ἄστεος αἰθομένοιο καὶ ἀνδρῶν οὐκέτʼ ἐόντων. 435
 
ὣς ἄρʼ ἔθη· πάσῃσι δʼ ἔρως στυγεροῖο μόθοιο
 
ἔμπεσεν· ἐσσυμένως δὲ πρὸ τείχεος ὁρμαίνεσκον

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi