Kitap 1
πρῶτον ἔχει Κρονίωνα, φαεσφόρον ἅρπαγα νύμφης, καὶ παλάμαις Τυφῶνος ἀρασσόμενον πόλον ἄστρων.
εἰπέ, θεά, Κρονίδαο διάκτορον αἴθοπος αὐγῆς,
νυμφιδίῳ σπινθῆρι μογοστόκον ἄσθμα κεραυνοῦ,
καὶ στεροπὴν Σεμέλης θαλαμηπόλον· εἰπὲ δὲ φύτλην
Βάκχου δισσοτόκοιο, τὸν ἐκ πυρὸς ὑγρὸν ἀείρας
Ζεὺς βρέφος ἡμιτέλεστον ἀμαιεύτοιο τεκούσης,
5
φειδομέναις παλάμῃσι τομὴν μηροῖο χαράξας,
ἄρσενι γαστρὶ λόχευσε, πατὴρ καὶ πότνια μήτηρ,
εὖ εἰδὼς τόκον ἄλλον, ἐπεὶ γονόεντι καρήνῳ,
ἄσπορον ὄγκον ἄπιστον ἔχων ἐγκύμονι κόρσῃ,
τεύχεσιν ἀστράπτουσαν ἀνηκόντιζεν Ἀθήνην.
10
ἄξατέ μοι νάρθηκα, τινάξατε κύμβαλα, Μοῦσαι,
καὶ παλάμῃ δότε θύρσον ἀειδομένου Διονύσου·
ἀλλὰ χοροῦ ψαύοντα, Φάρῳ παρὰ γείτονι νήσῳ,
στήσατέ μοι Πρωτῆα πολύτροπον, ὄφρα φανείη
ποικίλον εἶδος ἔχων, ὅτι ποικίλον ὕμνον ἀράσσω·
15
εἰ γὰρ ἐφερπύσσειε δράκων κυκλούμενος ὁλκῷ,
μέλψω θεῖον ἄεθλον, ὅπως κισσώδεϊ θύρσῳ
φρικτὰ δρακοντοκόμων ἐδαΐζετο φῦλα Γιγάντων·
εἰ δὲ λέων φρίξειεν ἐπαυχενίην τρίχα σείων,
Βάκχον ἀνευάξω βλοσυρῆς ἐπὶ πήχεϊ Ῥείης
20
μαζὸν ὑποκλέπτοντα λεοντοβότοιο θεαίνης·
εἰ δὲ θυελλήεντι μετάρσιος ἅλματι ταρσῶν
πόρδαλις ἀίξῃ πολυδαίδαλον εἶδος ἀμείβων,
ὑμνήσω Διὸς υἷα, πόθεν γένος ἔκτανεν Ἰνδῶν
πορδαλίων ὀχέεσσι καθιππεύσας ἐλεφάντων·
25
εἰ δέμας ἰσάζοιτο τύπῳ συός, υἷα Θυώνης
ἀείσω ποθέοντα συοκτόνον εὔγαμον Αὔρην,
ὀψιγόνου τριτάτοιο Κυβηλίδα μητέρα Βάκχου·
εἰ δὲ πέλοι μιμηλὸν ὕδωρ, Διόνυσον ἀείσω
κόλπον ἁλὸς δύνοντα κορυσσομένοιο Λυκούργου·
30
εἰ φυτὸν αἰθύσσοιτο νόθον ψιθύρισμα τιταίνων,
μνήσομαι Ἰκαρίοιο, πόθεν παρὰ θυιάδι ληνῷ
βότρυς ἁμιλλητῆρι ποδῶν ἐθλίβετο ταρσῷ.
Ἄξατέ μοι νάρθηκα, Μιμαλλόνες, ὠμαδίην δὲ
νεβρίδα ποικιλόνωτον ἐθήμονος ἀντὶ χιτῶνος
35
σφίγξατέ μοι στέρνοισι, Μαρωνίδος ἔμπλεον ὀδμῆς
νεκταρέης, βυθίῃ δὲ παρʼ Εἰδοθέῃ καὶ Ὁμήρῳ
φωκάων βαρὺ δέρμα φυλασσέσθω Μενελάῳ.
εὔιά μοι δότε ῥόπτρα καὶ αἰγίδας, ἡδυμελῆ δὲ