Thesauros Edebiyat Destan Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Kitap 9

 
καὶ οἱ νήδυμον ὕπνον ἐπήγαγεν· ἀμβροσίῃ δὲ 280
 
ὑπναλέης ἔχρισεν ὅλον χρόα πενθάδος Ἰνοῦς
 
λυσιπόνῳ ῥαθάμιγγι μεμηνότα γυῖα διαίνων.
 
καὶ χρόνον αὐτόθι μίμνεν ἔσω Παρνησίδος ὕλης
 
τέτρατον εἰς λυκάβαντα, καὶ ὀμφαίῃ παρὰ πέτρῃ
 
εἰσέτι νηπιάχοιο χοροὺς ἱδρύσατο Βάκχου 285
 
Φοίβου μαντοσύνῃσι· σὺν ἀγρύπνοισι δὲ πεύκαις
 
Κωρυκίδες θυόεντα μετέστιχον ὄργια Βάκχαι,
 
καὶ ζαθέαις παλάμῃσιν ἀλεξητήρια λύσσης
 
φάρμακα συλλέξαντο καὶ ἰήσαντο γυναῖκα.
 
Κεκλομένου δʼ Ἀθάμαντος ὀπάονες ἦσαν ἀλῆται 290
 
πάντοθι μαστεύοντες· ὀριπλανέες δὲ καὶ αὐταὶ
 
δμωίδες ἐστιχόωντο πολυστρέπτοισι πορείαις
 
διζόμεναι περίφοιτον ἀπευθέος ἴχνος ἀνάσσης
 
πλαζομένης ἀκίχητα· φιλοθρήνων δὲ γυναικῶν
 
στυγνὸς ἐρευθιόωσαν ὄνυξ ἤμυσσε παρειήν, 295
 
καὶ ῥοδέοις ἐκόρυσσαν ἑκούσια δάκτυλα μαζοῖς·
 
καὶ πολὺν οἰμωγῇσι διʼ ἄστεος ἦχον ἰάλλων
 
πενθαλέης ὀλόλυξε βεβυσμένος οἶκος ἀνίης·
 
καὶ πλέον αἰολόμητις ἐδέχνυτο Μύστις ἀνάγκην,
 
εἶχε δὲ διπλόον ἄλγος ἀλωομένης ἔτι δειλῆς 300
 
Ἰνοῦς τλησιπόνοιο καὶ ἁρπαμένου Διονύσου.
 
οὐ μὲν ἄναξ Ἀθάμας κινυρὴν ὠδύρετο νύμφην,
 
ἀλλὰ λιπὼν ἄμνηστον ἀκηρύκτου πόθον Ἰνοῦς
 
δισσοτόκου Νεφέλης προτέρης μετὰ δέμνια νύμφης
 
ἁβρὰ βαθυζώνοιο μετέστιχε λέκτρα Θεμιστοῦς, 305
 
καὶ τρίτον εἰς ὑμέναιον ἄγων Ὑψηίδα κούρην
 
Ἰνοῦς ῥῖψεν ἔρωτα· καὶ ὡς τροφὸς ἁβρὸν ἀθύρων,
 
ὑψιπόρῳ στροφάλιγγι μετάρσιον ἠέρι πέμπων,
 
κούφισε παππάζοντα παρηγορέων Μελικέρτην·
 
καί οἱ δακρυχέοντι γαλακτοφόρου περὶ θηλῆς 310
 
ἄρσενα μαζὸν ὄρεξε, πόθον δʼ ἀνέκοψε τεκούσης.
 
ἐκ λεχέων δʼ Ἀθάμαντος ἀνηέξησε Θεμιστὼ
 
υἱέας εὐθώρηκας, ἀλεξητῆρας Ἐνυοῦς,
 
Σχοινέα καὶ Λεύκωνα, νέην εὐήνορα φύτλην,
 
πρωτοτόκοις ὠδῖσιν· ἐπʼ ἀμφοτέροισι δὲ μήτηρ 315
 
ξυνῆς δισσὰ γένεθλα μιῆς βλάστημα λοχείης
 
γείνατο Πορφυρέωνα καὶ ἔτρεφε πίονι μαζῷ
 
Πτοῖον, ἀλεξικάκοιο θάλος παιδήιον ἥβης,
 
ἄμφω τηλυγέτους καὶ ὁμήλικας, οὕς ποτε μήτηρ

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi