Thesauros Edebiyat Destan Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Kitap 9

 
τὸν δὲ θεὰ κομέεσκε καὶ εἰσέτι κοῦρον ἐόντα 160
 
ἅρματος ὠμοβόμων ἐπιβήτορα θῆκε λεόντων·
 
καὶ τροχαλοὶ Κορύβαντες ἔσω θεοδέγμονος αὐλῆς
 
παιδοκόμῳ Διόνυσον ἐμιτρώσαντο χορείῃ,
 
καὶ ξίφεα κτυπέεσκον, ἀμοιβαίῃσι δὲ ῥιπαῖς
 
ἀσπίδας ἐκρούσαντο κυβιστητῆρι σιδήρῳ 165
 
κουροσύνην κλέπτοντες ἀεξομένου Διονύσου·
 
καὶ πάις εἰσαΐων σακέων μαιήιον ἠχὼ
 
πατρῴαις κομιδῇσιν ἀεξήθη Κορυβάντων.
 
καὶ νέος ἐνναέτηρος ἔχων θηροκτόνον ἄγρην
 
ποσσὶ μὲν ὠκυτέροισι παρέστιχεν ἴθμα λαγωοῦ, 170
 
χειρὶ δὲ νηπιάχῳ μεθέπων κεμαδοσσόον ἀλκήν
 
ποικίλον ᾐώρησεν ἐπʼ αὐχένι νεβρὸν ἀείρων,
 
καὶ θρασὺν αἰολόνωτον ἔχων τετανυσμένον ὤμῳ
 
τίγριν ἄνω κούφιζε μετάρσιον ἔκτοθι δεσμοῦ
 
σκύμνους χερσὶν ἔχων ἐπεδείκνυε μητέρι Ῥείῃ, 175
 
ἁρπάξας νέα τέκνα πολυλλαγέων ἀπὸ μαζῶν,
 
σμερδαλέους δὲ λέοντας ἔτι ζώοντας ἐρύσσας
 
μητέρι δῶρα τίταινεν, ἵνα ζεύξειεν ἀπήνῃ
 
δίζυγας ἀμφοτέρῃσι πόδας παλάμῃσι πιέζων.
 
θαμβαλέη δὲ γέλωτι γεγηθότι δέρκετο Ῥείη 180
 
ἠνορέην καὶ ἄεθλα νεηγενέος Διονύσου·
 
καὶ βλοσυρῶν Ἰόβακχον ἰδὼν ἐλατῆρα λεόντων
 
ὄμμασι τερπομένοισι πατὴρ ἐγέλασσε Κρονίων.
 
καὶ χροΐ λαχνήεντας ἀνεχλαίνωσε χιτῶνας
 
Εὔιος ἀρτιτέλεστον ἔκων παιδήιον ἥβην, 185
 
δαιδαλέην ἐλάφοιο φέρων ὤμοισι καλύπτρην,
 
αἰθερίων μιμηλὸν ἔχων τύπον αἰόλον ἄστρων·
 
καὶ Φρυγίης ὑπὸ πέζαν ἐς αὔλια λύλκας ἐλάσσας
 
στικτοῖς πορδαλίεσσιν ἑὴν ἔζευξεν ἀπήνην,
 
οἷά τε πατρῴων δαπέδων ἴνδαλμα γεραίρων· 190
 
πολλάκι δʼ ἀθανάτης ἐποχημένος ἅρματι Ῥείης,
 
βαιῇ χειρὶ φέρων ἁπαλόχροϊ κύκλα χαλινοῦ,
 
κραιπνὸν ἐπειγομένων ἀνεσείρασεν ἅρμα λεόντων·
 
καὶ Διὸς ὑψιμέδοντος ἐνὶ φρεσὶ θάρσος ἀέξων
 
δεξιτερὴν ἐτίταινεν ἐπὶ στόμα λυσσάδος ἄρκτου, 195
 
σμερδαλέαις γενύεσσιν ἀταρβέα δάκτυλα βάλλων,
 
δάκτυλα κουρίζοντα· καὶ ἵστατο μειλιχίη θὴρ
 
νηπιάχῳ στόμα δοῦλον ἐπιτρέψασα Λυαίῳ,
 
καὶ κύσε καρχαλέοισι φιλήμασι δίκτυλα Βάκχου.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi