Thesauros Edebiyat Destan Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Kitap 9

 
πρώτη καμπύλον ἄνθος ἀναδέψασα κορύμβω 120
 
ἄπλοκον ἀμπελόεντι κόμην μιτρώσατο δεσμῷ,
 
αὐτὴ δʼ ἔπλεκε θύρσον ἑμόζυγον οἴνοπι κισσῷ,
 
ἀκροτάτῳ δὲ σίδηρον ἐπεσφήκωσε κορύμβῳ
 
κευθόμενον πετάλοισιν, ὅπως μὴ Βάκχον ἀμύξῃ·
 
καὶ φιάλας γυμνοῖσιν ἐπὶ στέρνοισι καθάψαι 125
 
χαλκείας ἐνόνσε καὶ ἰξύι δέρματα νεβρῶν·
 
καὶ τελετῆς ζαθέης ἐγκύμονα μύστιδα κίστην
 
παίγνια κουρίζοντι διδασκομένη Διονύσῳ
 
πρώτη ἐχιδνήεντα κατὰ χροὸς ἧψεν ἱμάντα
 
σύμπλοκον, εἱλικόεις δὲ δράκων περὶ δίπλακα μίτρην 130
 
ἅμματα κυκλώσας ὀφιώδεϊ κάμπτετο δεσμῷ.
 
τὸν δὲ πολυκλήιστον ὑπὸ σφρηγῖδα μελάθρου
 
ὄμμασιν ἀπλανέεσσιν ἴδεν πανεπόψιος Ἥρη
 
μύστιδος ἀφράστοιο μυχῷ πεφυλαγμένον οἴκου·
 
καὶ Στυγὸς ὑστερόποινον ἐπώμνυε νέρτερον ὕδωρ 135
 
παντοίῃ κακότητι κατακλύζειν δόμον Ἰνοῦς.
 
καί νύ κεν ἠμάλδυνε Διὸς γόνον· ἀλλά μιν Ἑρμῆς
 
ἁρπάξας ἐκόμισσε Κυβηλίδος εἰς ῥάχιν ὕλης·
 
Ἥρη δʼ ὠκυπέδιλος ἑπέδραμεν εὔποδι ταρσῷ
 
ὑψόθεν ἀστήρικτος· ὁ δὲ δρόμον ἔφθασεν Ἥρης, 140
 
πρωτογόνου δὲ Φάνητος ἀτέρμονα δύσατο μορφήν
 
καὶ θεὸν ἁζομένη πρωτόσπορον εἴκαθεν Ἥρη
 
ψευδομένας ἀκτῖνας ὑποπτήσσουσα προσώπου,
 
οὐδὲ νόθης ἐνόησε δολοπλόκον εἰκόνα μορφῆς·
 
κουφοτέροις δὲ πόδεσσιν ὀρειάδα πέζαν ἀμείβων, 145
 
χερσὶ περιπλεκέεσσι κερασφόρον υἷα κομίζων,
 
μητρὶ Διὸς γενέταο λεοντοβότῳ πόρε Ῥείῃ,
 
καί τινα μῦθον ἔειπεν ἀριστώδινι θεαίνῃ·
 
Δέξο, θεά, νέον υἷα τεοῦ Διός, ὃς μόθον Ἰνδῶν
 
ἀθλεύσας μετὰ γαῖαν ἐλεύσεται εἰς πόλον ἄστρων, 150
 
Ἥρῃ χωομένῃ μεγάλη χάρις· οὐ γὰρ ἐῴκει,
 
ὃν Κρονίδης ὤδινεν, ἔχειν κουροτρόφον Ἰνώ·
 
μαῖα Διωνύσοιο Διὸς γενέτειρα γενέσθω,
 
μήτηρ Ζηνὸς ἐοῦσα καὶ υἱωνοῖο τιθήνη.
 
ὣς εἰπών ταχύγουνος ἐς οὐρανὸν ἤλυθεν Ἑρμῆς 155
 
κυκλώσας βαλίῃσιν ὑπηνέμιον πτερὸν αὔραις·
 
αὐτογόνου δὲ Φάνητος ὑπέρτερον εἶδος ἀμείψας
 
ἀρχαίην παλίνορσος ἑὴν ἀνεδύσατο μορφὴν
 
μητέρι παιδοκόμῳ παλιναυξέα Βάκχον ἐάσας.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi