Thesauros Edebiyat Destan Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Kitap 9

 
οἶκον ἀμειβομένη Ποσιδήιον, εἰναλίη δὲ 80
 
ὡς Θέτις, ὡς Ταλάτεια φατίζεαι Ὑδριὰς Ἱνώ·
 
οὐ χθονίῳ κενεῶνι κατακρύψει σε Κιθαιρών,
 
ἀλλὰ σὺ Νηρεΐδων μία γίνεαι· ἀντὶ δὲ Κάδμου
 
ἐλπίδι λωιτέρῃ καλέσῃς Νηρῆα τοκῆα
 
παιδὶ τεῷ ζώουσα σὺν ἀθανάτῳ Μελικέρτῃ, 85
 
Λευκοθέη, κρατέουσα χυτῆς κληῖδα γαλήνης,
 
εὐπλοΐης μεδέουσα μετʼ Αἰόλον· εὐδιόων δὲ
 
σοὶ πίσυνος πλεύσειε φιλέμπορος εἰν ἁλὶ ναύτης
 
βωμὸν ἕνα στήσας ἐνοσίχθονι καὶ Μελικέρτῃ,
 
ῥέζων ἀμφοτέροισι· θαλασσαίοιο δὲ δίφρου 90
 
δέξεται ἡνιοχῆα Παλαίμονα κυανοχαίτης.
 
ὣς εἰπὼν ἀκίχητος ἐς οὐρανὸν ἔδραμεν Ἑρμῆς
 
ἠέρι δινεύων ἀνεμώδεα ταρσὰ πεδίλων.
 
Ἰνὼ δʼ οὐκ ἀπίθησε, φιλοστόργῳ δὲ μενοινῇ
 
παιδοκόμῳ πήχυνεν ἀμήτορα Βάκχον ἀγοστῷ, 95
 
πήχεϊ δʼ ἁπλώσασα συνωρίδα δίζυγα παίδων
 
δίζυγα μαζὸν ὄρεξε Παλαίμονι καὶ Διονύσῳ·
 
καὶ βρέφος ἀμφιπόλῳ παρεθήκατο Μύστιδι νύμφῃ,
 
Μύστιδι καλλικόμῳ Σιδωνίδι, τὴν ἔτι κούρην
 
Κάδμος ἀνηέξησε πατὴρ θαλαμηπόλον Ἰνοῦς· 100
 
ἣ τότε Βάκχον ἑλοῦσα θεοτρεφέων ἀπὸ μαζῶν
 
ἀρροϊδῆ ζοφόεντι κατεκήισσε βερέθρῳ·
 
καὶ Διὸς αὐτοβόητος ἀπαγγέλλουσα λοχείην
 
μαρμαρυγὴ σελάγιζε, καταυγάζουσα προσώπου·
 
τοῖχοι δʼ ἀχλυόεντε ἐλευκαίνοντο μελάθρου 105
 
καὶ ζόφον ἔκρυφε φέγγος ἀθηήτου Διονύσου.
 
καὶ Βρομίῳ παίζοντι παρέζετο πάννυχος Ἰνώ·
 
πολλάκι δʼ ἀστήρικτος ἀναθρῴσκων Μελικέρτης
 
χείλεσιν ἀντιτύποισιν ἀνέσπασε γείτονα θηλὴν
 
εὔια παππάζοντι παρερπύζων Διονύσῳ. 110
 
καὶ θεὸν ἔτρεφε Μύστις ἑῆς μετὰ μαζὸν ἀνάσσης
 
ὄμμασιν ἀγρύπνοισι παρεδρήσσουσα Λυαίῳ·
 
καὶ πινυτὴ θεράπαινα φερώνυμα Μύστιδι τέχνῃ
 
ὄργια νυκτελίοιο διδασκομένη Διονύσου
 
καὶ τελετὴν ἄγρυπνον ἐπεντύνουσα Λυαίῳ 115
 
πρώτη ῥόπτρον ἔσεισεν, ἐπεπλατάγησε δὲ Βάκχῳ
 
κύμβαλα δινεύουσα περίκροτα δίζυγι χαλκῷ,
 
πρώτη νυκτιχόρευτον ἀναψαμένη φλόγα πεύκης
 
εὔιον ἐσμαράγησεν ἀκοιμήτῳ Διονύσῳ,

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi