Thesauros Edebiyat Destan Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Kitap 8

 
τῇ ἔνι δαίδαλα πάντα βροτῶν θελκτήρια κεῖται· 120
 
ἐν μὲν ἐπικλοπίη πολυμήχανος, ἐν δʼ ὀαριστὺς
 
πάρφασις, ἐν δὲ δόλοι πολυειδέες, ἐν δὲ καὶ αὐτὸς
 
σύνδρομος ἠερίοις ἀπατήλιος ὅρκος ἀήταις.
 
καὶ δολίην Ἀπάτην δολίῳ μειλίξατο μύθῳ
 
Ἥρη ποικιλόμητις, ἀμυνομένη παρακοίτην· 125
 
χαῖρε, θεὰ δολόμητι δολοπλανές· οὔ σε καὶ αὐτὸς
 
κλεψινόοις ὀάροισι παρέρχεται αἱμύλος Ἑρμῆς·
 
δὸς καὶ ἐμοὶ ζωστῆρα παναίολον, ὅν ποτε Ῥείη
 
δῆσεν ἑαῖς λαγόνεσσιν, ἕως ἀπάφησεν ἀκοίτην.
 
οὐ μὲν ἐγὼ Κρονίωνι φέρω πετρώδεα μορφήν, 130
 
οὐδὲ λίθῳ δολόεντι παρακλέπτω παρακοίτην,
 
ἀλλὰ γυνὴ χθονίη με βιάζεται, ἧς χάριν εὐνῆς
 
θοῦρος Ἄρης βαρύμηνις ἀναίνεται αἰθέρα ναίειν.
 
τί πλέον, εἰ γενόμην θεὸς ἄμβροτος; οὐτιδανὴ γὰρ
 
θνητὴ ἐμὸν πόσιν ἔσχε, τὸν οὐ θεὸς ἥρπασε Λητώ· 135
 
οὐ Δανάῃ παρίαυε τὸ δεύτερον ὑέτιος Ζεύς,
 
ἀλλὰ σιδηροφόροιο μετὰ σφρηγῖδα μελάθρου
 
μεμφομένη χρυσέοισι γάμοις ναυτίλλετο νύμφη,
 
καὶ λάχεν ἕδνον Ἔρωτος ὕδωρ ἁλός· ἐν δὲ θαλάσσῃ
 
σύμπλοος ἀσταθέεσσιν ἐνήχετο χηλὸς ἀήταις. 140
 
οὐδὲ μετὰ Κρήτην πάλιν ἔπλεε ταῦρος Ὀλύμπου,
 
οὐκ ἴδεν Εὐρώπην μετὰ δέμνιον· ὑγροβαφὴς δὲ
 
οἰστρηθεῖσα μύωπι κερασφόρος ἔπλεεν Ἰώ.
 
οὐδὲ θεὰ γάμον εἶχεν ἐλεύθερον, ἀλλὰ καὶ αὐτὴ
 
γαστέρι φόρτον ἔχουσα πολύστροφος ἔτρεχε Λητώ, 145
 
ἄστατα παπταίνουσα πολυπλανέων σφυρὰ νήσων
 
καὶ ῥόον οὐ μίμνοντα κακοξείνοιο θαλάσσης,
 
καὶ λοχίης μόγις εἶδεν ἐλεύθερον ἔρνος ἐλαίης.
 
Λητὼ τόσσα μόγησε, καὶ οὐ χραίσμησεν ἀκοίτης·
 
θνητῆς δʼ ὠκυμόροιο μιῆς διὰ δέμνια νύμφης 150
 
οὐρανίης ἀπέειπε κασιγνήτης λέχος Ἥρης.
 
δείδια, μὴ Κρονίδης με πόσις καὶ γνωτὸς ἀκούων
 
αἰθέρος ἐξελάσειε γυναικείης χάριν εὐνῆς,
 
μὴ Σεμέλην τελέσειεν ἑοῦ βασίλειαν Ὀλύμπου.
 
εἰ δὲ Διὶ Κρονίωνι χαρίζεαι, ἠέ περ Ἥρῃ, 155
 
μηδὲ τεὴν ὀπάσειας ἐμοὶ πανθελγέα μίτρην,
 
ὄφρα μόλῃ πρὸς Ὄλυμπον ἐμὸς πάλιν υἱὸς ἀλήτης,
 
ὑστατίην ἐπὶ πέζαν ἐλεύσομαι Ὠκεανοῖο
 
αἰθέρα καλλείψασα χάριν βροτέων ὑμεναίων

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi