Kitap 8
ὄγδοον αἰολόμυθον ἔχει φθόνον ἄγριον Ἥρης καὶ Σεμέλης πυρόεντα γάμον καὶ Ζῆνα φονῆα.
ὣς εἰπὼν ἐς Ὄλυμπον ἔβη θεός· ἐν δὲ μελάθρῳ
ὑψορόφῳ νόον εἶχεν ἀλώμενον ἐγγύθι νύμφης,
Θήβης οἶστρον ἔχων πλέον αἰθέρος· ἱμερόεις γὰρ
οὐρανὸς ἦν Κρονίδῃ Σεμέλης δόμος, ἀμφὶ δὲ παστῷ
ἀμφίπολοι Κάδμοιο Διὸς πέλον εὔποδες Ὧραι.
5
καὶ γαμίῃ ῥαθάμιγγι Διιπετέων ὑμεναίων
ὄγκῳ θλιβομένη Σεμέλης κυμαίνετο γαστήρ·
μαρτυρίῃ δὲ τόκοιο φιλοστεφάνου Διονύσου
στέμματι θυμὸν ἔτερπεν, ἐπʼ ἀνθοκόμῳ δὲ καρήνῳ
θυιάδος αὐτοέλικτον ἀνέπλεκε κισσὸν ἐθείρης
10
Βασσαρίδων ἅτε μάντις, ἐπεσσομένῃσι δὲ νύμφαις
ὄψιμον ἀγχιτόκοισιν ἐπωνυμίην πόρε κισσοῦ.
καὶ βαρὺν ὄγκον ἔχουσα θεηγενέος τοκετοῖο,
εἴ ποτέ τις σύριγγι γέρων ἐμελίζετο ποιμήν,
γείτονος εἰσαΐουσα φιλαγραύλου μέλος Ἠχοῦς,
15
οἰοχίτων θαλάμοιο διέστιχε θυιάδι ῥιπῇ·
εἰ κτύπος οὐρεσίφοιτος ἀκούετο δίζυγος αὐλοῦ,
ὑψορόφων ἀπέδιλος ἀναθρῴσκουσα μελάθρων
εἰς ῥάχιν αὐτοκέλευστος ἐρημάδος ἔστιχεν ὕλης·
κύμβαλον εἰ πλατάγησε, ποδῶν ἐλελίζετο παλμῷ,
20
λοξῷ καμπύλον ἴχνος ὑποσκαίρουσα πεδίλῳ·
εἰ δὲ τανυκραίροιο μεμυκότος ἔκλυε ταύρου,
ἀντίτυπον μίμημα βοὸς μυκήσατο λαιμῷ·
πολάκι ποιμενίην ὑπὸ δειράδα θυιάδι φωνῇ
Πανὶ μέλος συνάειδε καὶ ἔπλετο σύνθροος Ἠχώ,
25
καὶ νόμιον κερόεντος ἀμειβομένη κτύπον αὐλοῦ
εἰς χορὸν ἴχνος ἔκαμψε· πάις δʼ ἀλόχευτος ἐχέφρων
ἅλμασιν ἐνδομύχοισι συνεσκίρτησε τεκούσῃ
αὐλομανὲς μίμημα, καὶ αὐτοδίδακτον ἀοιδὴν
ἡμιτελὴς κελάδησε χέων ὑποκόλπιον ἠχώ.
30
ὣς ὁ μὲν ἀρσενόπαιδος ἀέξετο γαστέρος ὄγκῳ
ἄγγελος εὐφροσύνης, νοερὸν βρέφος· ἀμφὲ δὲ κούρῳ
ἀμφίπολοι Κρονίωνος ἐπέστεφον οὐρανὸν Ὧραι.
καὶ Φθόνος ὑψιμέδοντος ὀπιπεύων Διὸς εὐνὴν
καὶ Σεμέλης ὠδῖνα θεηγενέος τοκετοῖο
35
Βάκου ζῆλον ἔδεκτο καὶ ἔνδοθι γαστρὸς ἐόντος,
αὐτοπαθὴς ἄστοργος ἑῷ βεβολημένος ἰῷ.
καὶ φρενὶ κερδαλέῃ δκολιὴν ἐφράσσατο βουλὴν
Ἄρεος ἀντιτύποιο φέρων ψευδήμονα μορφὴν