Kitap 7
ἀνδρομέοις μελέεσσιν ἔχων κερόεσσαν ὀπωπήν,
320
ἰσοφυὲς μίμημα βοοκραίρου Διονύσου,
πῇ δὲ λεοντείην πυκινότριχα δύσατο μορφήν,
ἄλλοτε πόρδαλις ἦεν, ἅτε θρασὺν υἷα φυτεύων,
πορδαλίων ἐλατῆρα καὶ ἡνιοχῆα λεόντων·
ἄλλοτε μιτρωεῖσαν ὑπὸ σπείρῃσι δρακόντων
325
νυμφίος ἀμπελόεντι κόμην ἐσφίγγετο δεσμῷ,
οἴνοπα δινεύων ἑλικώδεα κισσὸν ἐθείρης,
Βάκχου πλεκτὸν ἄγαλμα· δράκων δέ τις ἀγκύλος ἕρπων
ταρβαλέης λιχμᾶτο ῥοδόχροον αὐχένα νύμφης
χείλεσι μειλιχίοισι, κατὰ στέρνοιο δὲ βαίνων
330
ἀκλινέων τροχόεσσαν ἴτυν μιτρώσατο μαζῶν,
συρίζων ὑμέναιον, ἐυσμήνοιο μελίσσης
ἡδὺ μέλι προχέων, οὐ λοίγιον ἰὸν ἐχίδνης.
Ζεὺς δὲ γάμῳ δήθυνε, καὶ ὡς παρὰ γείτονι ληνῷ
εὔιον ἐσμαράγησε, φιλεύιον υἷα φυτεύων·
335
καὶ στόματι στόμα πῆξεν ἐρωμανές, ἱμερόεν δὲ
νέκταρ ἀναβλύζων Σεμέλην ἐμέθυσσεν ἀκοίτης,
νεκταρέης ἵνα παῖδα τέκῃ σκηπτοῦχον ὀπώρης,
ἄγγελον ἐσσομένων λαθικηδέα βότρυν ἀείρων,
πυρσοφόρῳ νάρθηκι καταχθέα πῆχυν ἐρείσας·
340
ἄλλοτε θύρσον ἄειρε πολύπλοκον οἴνπι κισσῷ,
δέπμα φέρων ἐλάφοιο· γυναιμανέος δὲ φορῆος
λαιῷ ποικιλόνωτος ἐσείετο νεβρὶς ἀγοστῷ.
γαῖα δὲ πᾶσα γέλασσε, καὶ αὐτοφύτοισι πετήλοις
ὄρχατος ἀμπελόεις Σεμέλης περιδέδρομεν εὐνήν,
345
καὶ δροσεροῦ λειμῶνος ἀνέβρυον ἄνθεα τοῖχοι
ἀμφὶ γονῇ Βρομίοιο, καὶ ἀννεφέλων ἐπὶ λέκτρων
βρονταίοις πατάγοισιν ἐπέκτυπεν ἐνδόμυχος Ζεὺς
τύμπανα νυκτελίοιο προθεσπίζων Διονύσου.
καὶ Σεμέλην μετὰ λέκτρα φίλῳ προσπτύξατο μύθῳ
350
ἐλπίσιν ἐσσομένῃσι παρηγορέων ἕο νύμφην·
Εἰμί, γύναι, Κρονίδης σέο νυμφίος· αἰθερίῳ μὲν
αὐχένα γαῦρον ἄειρε συναπτομένη παρακοίτῃ,
μείζονα δὲ βροτέης μὴ δίζεο μέτρα γενέθλης.
οὔ σοι ἐριδμαίνει Δανάης γάμος· ἀλλὰ καὶ αὐτῆς
355
πατροκασιγνήτης βοέων ὑμέναιον Ἐρώτων
ἔκρυφες· Εὐρώπη γὰρ ἀγαλλομένη Διὸς εὐνῇ
ἤλυθεν εἰς Κρήτην, Σεμέλη δʼ ἐς Ὄλυμπον ἱκάνει.
τί πλέον ἤθελες ἄλλο μετʼ αἰθέρα καὶ πόλον ἄστρων;