Thesauros Edebiyat Destan Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Kitap 7

 
λούεται Ἀονίῃσιν ἐνὶ προχοῇσι Σελήνη· 240
 
εἰ δὲ δέμας φαίδρυνε χάριν γλυκεροῖο νομῆος,
 
τί χρέος Ἀσωποῖο μετὰ ῥόον Ὠκεανοῖο;
 
εἰ δὲ καὶ αἰθερίην μεθέπει χιονώδεα μορφήν,
 
μήνης ποῖον ἔχει σημήιον; ἀστομίων γὰρ
 
οὐρήων ζυγόδεσμα καὶ ἀργυρόκυκλος ἀπήνη 245
 
αἰγιαλῷ παρέασιν, ὑποζεῦξαι δὲ λεπάδνῳ
 
ἡμιόνους οὐκ οἶδε βοῶν ἐλάτειρα Σελήνη.
 
εἰ δέ τις οὐρανίη θεὸς ἤλυθε—παρθενικῆς γὰρ
 
γλαυκὰ γαληναίων βλεφάρων ἀμαρύγματα λεύσσω—,
 
καὶ τάχα Τειρεσίαο παλαιοτέρην μετὰ νείκην 250
 
λούσατο δέρμα βαλοῦσα πάλιν γλαυκῶπις Ἀθήνη.
 
κούρη μὲν ῥοδόπηχυς ἔχει θεοειδέα μορφήν·
 
εἰ δέ μιν ἀγλαόφορτος ἐπιχθονίη τέκε γαστήρ,
 
αἰθερίων Κρονίωνος ἐπάξιος ἔπλετο λέκτρων.
 
τοῖα μὲν ἐν ῥοθίοισιν ὑποβρυχίη φάτο φωνή 255
 
Ζεὺς δὲ πυριγλώχινι πόθου δεδονημένος οἴστρῳ
 
νηχομένης πάπταινε ῥοδόχροα δάκτυλα κούρης·
 
ἀσταθέος δʼ ἐλέλιζεν ἀλήμονα κύκλον ὀπωπῆς,
 
πῇ μὲν ὀπιπεύων ῥοδέου σπινθῆρα προσώπου,
 
πῇ δὲ βοογλήνων βλεφάρων σέλας, ἄλλοτε χαίτην 260
 
πλαζομένην ἀνέμοισι, παρελκομένων δὲ κομάων
 
ἀσκεπέος σκοπίαζεν ἐλεύθερον αὐχένα κούρης·
 
στέρνα δὲ μᾶλλον ὄπωπε, κατὰ Κρονίδαο δὲ γυμνοὶ
 
μαζοὶ ἐθωρήχθησαν ἀκοντιστῆρες Ἐρώτων·
 
καὶ χρόα πάντα δόκευεν· ἀθηήτοιο δὲ μούνου 265
 
ὄμμασιν αἰδομένοισι παρήλυθεν ὄργια κόλπου.
 
καὶ Διὸς αἰθερίοιο νόος μετανάστιος ἕρπων
 
νηχομένῃ Σεμέλῃ συνενήχετο· θελγομένῳ δὲ
 
ἡδυμανῆ σπινθῆρα δεδεγμένος ἠθάδι θυμῷ
 
παιδὶ πατὴρ ὑπόειξεν· ἀκιδνοτάτῳ δὲ βελέμνῳ 270
 
βαιὸς Ἔρως ἔφλεξεν ὀιστευτῆρα κεραυνοῦ·
 
οὐδὲ χύσις νιφετοῖο, καὶ οὐ φλογόεντι φορῆι
 
ἀστεροπὴ χραίσμησεν, ἐνικήθη δὲ καὶ αὐτὴ
 
ἀπτολέμου Παφίης ὀλίγῳ πυρὶ τοσσατίη φλὸξ
 
οὐρανίη· καὶ βαιὸς Ἔρως λασιότριχι ῥινῷ, 275
 
αἰγίδι κεστὸς ἔριζεν, ἐρωτοτόκῳ δὲ φαρέτρῃ
 
βρονταίης βαρύδουπος ἐδουλώθη κτύπος ἠχοῦς.
 
καὶ Σεμέλης δεδόνητο πόθου φρενοθελγέι κέντρῳ
 
θάμβος ἔχων· φιλίῳ γὰρ ἔρως πέλε θαύματι γείτων.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi