Thesauros Edebiyat Destan Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Kitap 7

 
τίκτω ἐγὼ γενέτης, καὶ τλήσομαι ἄρσενι μηρῷ 80
 
θηλυτέρας ὠδῖνας, ὅπως ὠδῖνα σαώσω.
 
χθιζὰ μὲν εὐρυάλωος ἐμῆς ὑπὸ νεύματι Δηοῦς
 
γαῖα χαρασσομένη σταχύων μνηστῆρι σιδήρῳ
 
ξηρὸν ἀμαλλοτόκοιο λοχεύσατο καρπὸν ἀρούρης.
 
ἤδη δʼ ἀγλαόδωρος ἐμὸς πάις ἐν χθονὶ πήξει 85
 
ὑγρὸν ἀκεσσιπόνοιο θυώδεα καρπὸν ὀπώρης,
 
νηπενθὴς Διόνυσος, ἀπενθέα βότρυν ἀέξων,
 
ἀντίπαλος Δήμητρι· καὶ αἰνήσεις με δοκεύων
 
ἄμπελον οἰνοτόκοισιν ἐρευθιόωσαν ἐέρσαις
 
εὐφροσύνης κήρυκα, καὶ ἀγρονόμους παρὰ ληνῷ 90
 
ποσσὶ βαρυνομένοισιν ἐπιθλίβοντας ὀπώρην,
 
Βασσαρίδων τε φάλαγγα φιλεύιον ὑψόθεν ὤμων
 
ἄπλοκον αἰθύσσουσαν ἐς ἠέρα λυσσάδα χαίτην·
 
καὶ φρένα βακχεύσαντες ἀμοιβαίοισι κυπέλλοις
 
πάντες ἀνευάξουσιν ἐπʼ εὐκελάδοιο τραπέζης 95
 
ἀνδρομέης Διόνυσον ἀλεξητῆρα γενέθλης·
 
τοῦτον ἀεθλεύσαντα μετὰ χθόνα σύνδρομον ἄστρων,
 
γηγενέων μετὰ δῆριν, ὁμοῦ μετὰ φύλοπιν Ἰνδῶν
 
Ζηνὶ συναστράπτοντα δεδέξεται αἰόλος αἰθήρ.
 
καὶ θεὸς ἡμερίδων ἐπικείμενον οἴνοπι κισσῷ 100
 
ὡς στέφος ἑρπηστῆρα περὶ πλοκάμοισιν ἑλίξας
 
σῆμα νέης θεότητος ἔχων ὀφιώδεα μίτρην·
 
καὶ μακάρων ὁμότιμος ἐπώνυμος ἀνδράσιν ἔσται
 
ἀμπελόεις Διόνυσος, ἅτε χρυσόρραπις Ἑρμῆς,
 
χάλκεος ὥς περ Ἄρης, ἑκατηβόλος ὥς περ Ἀπόλλων. 105
 
εἶπε πατήρ· Μοῖραι δὲ συνῄνεον· ἀμφὶ δὲ μύθῳ
 
ἐσσομένων κήρυκες ἐπέπταρον εὔποδες Ὧραι.
 
καὶ τὰ μὲν ὣς εἰπόντε διέτμαγεν, ὃς μὲν ἱκάνων
 
οἶκον ἐς Ἁρμονίης, ὁ δὲ ποικίλον εἰς δόμον Ἥρης.
 
καὶ σοφὸς αὐτοδίδακτος Ἔρως αἰῶνα νομεύων 110
 
πρωτογόνου Χάεος ζοφεροὺς πυλεῶνας ἀράξας
 
ἰοδόκην ἐκόμισσε θεήλατον, ᾗ ἔνι μούνῃ
 
εἰς πόθον ἀλλοπρόσαλλον ἐπιχθονίων ὑμεναίων
 
Ζηνὶ πυριτρεφέες πεφυλαγμένοι ἦσαν ὀιστοὶ
 
δώδεκα, καὶ χρύσειον ἔπος μετρηδὸν ἑκάστῳ 115
 
ἔγραφεν εἰς μέσα νῶτα ποθοβλήτοιο φαρέτρης·
 
πρῶτος ἄγει Κρονίωνα βοώπιδος εἰς λέχος Ἰοῦς·
 
δεύτερος Εὐρώπην μνηστεύεται ἅρπαγι ταύρῳ·
 
Πλουτοῦς εἰς ὑμέναιον ἄγει τρίτος ἀρχὸν Ὀλύμπου·

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi