Thesauros Edebiyat Destan Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Kitap 6

 
καὶ ψυχῆς προμάχιζεν, ἕως ζηλήμονι λαιμῷ 200
 
τρηχαλέον μύκημα διʼ ἠέρος ἔβρεμεν Ἥρη,
 
μητρυιὴ βαρύμηνις, ἰσοφθόγγῳ δὲ θεαίνῃ
 
αἰθέριον κελάδημα πύλαι κανάχιζον Ὀλύμπου,
 
καὶ θρασὺς ὤκλασε ταῦρος· ἀμοιβαίῃ δὲ φονῆες
 
ταυροφυῆ Διόνυσον ἐμιστύλλοντο μαχαίρῃ. 205
 
Ζεὺς δὲ πατήρ, προτέροιο δαϊζομένου Διονύσου
 
γινώσκων σκιόεντα τύπον δοδίοιο κατόπτρου,
 
μητέρα Τιτήνων ἐλάσας ποινήτορι πυρσῷ
 
Ζαγρέος εὐκεράοιο κατεκλήισσε φονῆας
 
Ταρταρίῳ πυλεῶνι· καὶ αἰθομένων ἀπὸ δένδρων 210
 
θερμὰ βαρυνομένης ἐμαραίνετο βόστρυχα γαίης.
 
ἀντολίην δʼ ἔφλεξε καὶ αἰθαλόεντι βελέμνῳ
 
αἴθετο Βάκτριον οὖδας ἑώιον, ἀγχιπόροις δὲ
 
κύμασιν Ἀσσυρίοισιν ἐδαίετο Κάσπιον ὕδωρ,
 
Ἰνδῷοί τε τένοντες· Ἐρυθραίοιο δὲ κόλπου 215
 
ἔμπυρα κυμαίνοντος Ἄραψ θερμαίνετο Νηρεύς.
 
καὶ δύσιν ἀντικέλευθον ἑῷ πρήνιξε κεραυνῷ
 
Ζεὺς πυρόεις φιλότεκνος· ὑπὸ Ζεφύροιο δὲ ταρσῷ
 
ἡμιδαὴς σέδας ὑγρὸν ἀπέπτυεν ἑσπερὶς ἅλμη,
 
Ἀρκτῷοί τε τένοντες· ὁμοφλεγέος δὲ καὶ αὐτῆς 220
 
πηγνυμένης πάφλαζε Βορήια νῶτα θαλάσσης·
 
καὶ Νοτίου νιφόεσσαν ὑπὸ κλίσιν Αἰγοκερῆος
 
θερμοτέρῳ σπινθῆρι μεσημβρινὸς ἔζεεν ἀγκών.
 
καὶ διεροῖς βλεφάροις ποταμήια δάκρυα λείβων
 
Ὠκεανὸς λιτάνευε χέων ἱκετήσιον ὕδωρ· 225
 
Ζεὺς δὲ χόλον πρήυνε, μαραινομένην δὲ καραυνῷ
 
γαῖαν ἰδὼν ἐλέαιρε, καὶ ἤθελεν ὕδατι νίψαι
 
λύματα τεφρήεντα καὶ ἔμπυρον ἕλκος ἀρούρης.
 
καὶ τότε γαῖαν ἅπασαν ἐπέκλυσεν ὑέτιος Ζεὺς
 
πυκνώσας νεφέεσσιν ὅλον πόλον, οὐρανίη δὲ 230
 
βρονταίοις πατάγοισι Διὸς μυκήσατο σάλπιγξ,
 
ἀστέρες ὁππότε πάντες ἐνὶ σφετέροισι μελάθροις
 
κεκριμένοι δρόμον εἶχον, ἐπεὶ τετράζυγι δίφρῳ
 
ἠέλιος σελάγιζε λεοντείων ἐπὶ νώτων
 
ἱππεύων ἑὸν οἶκον· ἐπιτροχόωσα δὲ δίφρῳ 235
 
καρκίνον ὀκταπόδην τριφυὴς κυκλοῦτο Σελήνη,
 
καὶ δροσερὴν ὑπὸ πέζαν ἰσημερίῳ παρὰ κύκλῳ
 
Κύπρις ἀπὸ Κριοῖο μεταστήσασα κεραίης
 
εἰαρινὸν δόμον εἶχεν, ἀχείμονα Ταῦρον Ὀλύμπου,

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi