Thesauros Edebiyat Destan Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Kitap 6

 
Δικταίης δʼ ἀίουσα μέλος κορυθαιόλον ἠχοῦς 120
 
Κρῆτα χορὸν παράμειβε βαρυσμαράγοιο βοείης
 
νῶτα περισκαίροντα κυβιστητῆρι σιδήρῳ.
 
καί τινα λάινον οἶκον ἐποπτεύουσα θεαίνη
 
Σικελίης τριλόφοιο Πελωρίδα δύσατο πέτρην
 
Ἀδριάδας παρὰ θῖνας, ὅπῃ χύσις ἄστατος ἅλμης 125
 
εἰς δύσιν ἑλκομένη περικάμπτεται εἴκελος ἅρπῃ,
 
εἰς Λίβα πομπεύουσα Βορειόθεν ἀγκύλον ὕδωρ·
 
καί, Κυανῆν ὅθι πυκνὰ ῥόος χυτλώσατο κούρην
 
κρηναίῳ στροφάλιγγι χέων ὀπτήριον ὕδωρ,
 
γείτονα κόλπον ὄπωπεν ἰσοσταθέοντα μελάθρῳ, 130
 
λαϊνέης ὀρόφοιο περιστεφθέντα καλύπτρῃ,
 
ὃν φύσις ἐθρίγκωσε χαραδραίῳ πυλεῶνι
 
λάινον ἱστὸν ἔχοντα μεμηλότα γείτοσι Νύμφαις.
 
καὶ θεὸς ὀρφναίοιο διερπύζουσα μελάθρου
 
παῖδα πολυσφρήγιστον ἐνέκρυφε φωλάδι πέτρῃ· 135
 
λυσαμένη δὲ δράκοντας ἐυπτερύγων ἀπὸ δίφρων
 
τὸν μὲν δεξιτεροῖο παρὰ πρηῶνα θυρέτρου,
 
τὸν δὲ λιθογλώχινα πύλης παρὰ λαιὸν ὀχῆα
 
στῆσεν ἀθηήτοιο φυλάκτορα Περσεφονείης·
 
κεῖθι δὲ Καλλιγένειαν, ἑὴν εὔπαιδα τιθήνην, 140
 
κάλλιπε σὺν ταλάροισι, καὶ ὁππόσα θήλεϊ φύτλῃ
 
Παλλάδος εὐπαλάμοιο νέμει ταλασήιος ἱδρώς·
 
καὶ ποσὶν ἠέρα τέμνεν, ἐρημονόμοις δὲ φυλάξαι
 
καμπύλα πετραίῃσιν ἐπέτρεπεν ἅρματα Νύμφαις.
 
ἀμφὶ δὲ καρχαρόδοντα γένυν πεπόνητο σιδήρου 145
 
εἰροκόμῳ ξαίνουσα περὶ κτενὶ λήνεα κούρη,
 
ἠλακάτῃ δʼ ἐνέλισσε· πολυστροφάδεσσι δὲ ῥιπαῖς
 
εἰλυφόων ἄτρακτος ἕλιξ βητάρμονι παλμῷ
 
νηθομένων ἐχόρευε μίτων κυκλούμενος ὁλκῷ·
 
καὶ ποσὶ φοιταλέοισι παλίνδρομος ἄκρον ἀπʼ ἄκρου 150
 
πρωτοπαγῆ ποίησε διάσματα, φάρεος ἀρχήν,
 
ἱστῷ δʼ ἀμφὶς ἕλισσεν· ὕφαινε δὲ κερκίδι κούρη
 
πηνίον ἐξέλκουσα παρὲκ μίτον, ἀμφὶ δὲ πέπλῳ
 
γνωτὴν ἰστοτέλειαν ἑὴν ἐλίγαινεν Ἀθήνην.
 
παρθένε Περσεφόνεια, σὺ δʼ οὐ γάμον εὗρες ἀλύξαι, 155
 
ἀλλὰ δρακοντείοισιν ἐνυμφεύθης ὑμεναίοις,
 
Ζεὺς ὅτε πουλυέλικτος ἀμειβομένοιο προσώπου
 
νυμφίος ἱμερόεντι δράκων κυκλούμενος ὁλκῷ
 
εἰς μυχὸν ὀρφναίοιο διέστιχε παρθενεῶνος,

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi