Kitap 6
αἰθομένην Διὸς ὄμβρος ὅλην χθόνα καὶ φλόγα πόντου
360
καὶ ποταμοὺς ἐκάθηρεν, ἀπʼ Ἀλφειοῖο δὲ μούνου
οὐτιδανὸν Παφίης οὐκ ἔσβεσεν ἁπτόμενον πῦρ.
ἔμπης, εἰ κλονέει με τόσος ῥόος, εἰ πυρὶ κάμνω,
βαιὸν ἐμῆς ὀδύνης πέλε φάρμακον, ὅττι καὶ αὐτὸς
πλάζεται ἁβρὸς Ἄδωνις ἀνιάζων Ἀφροδίτην.
365
οὔ πω μῦθος ἔληγε, φόβος δʼ ἐβιήσατο φωνήν.
καὶ τότε Δευκαλίων περόων ὑψούμενον ὕδωρ
ναυτίλος ἦν ἀκίχητος, ἔχων πλόον ἠεροφοίτην,
καὶ στόλος αὐτοκέλευθος ἄτερ ποδός, ἄμμορος ὅρμου,
λάρνακος αὐτοπόροιο κατέγραφε δύσνιφον ὕδωρ.
370
καί νύ κε κόσμος ἄκοσμος ἐγίνετο, καί νύ κεν ἀνδρῶν
ἄσπορον ἁρμονίην ἀνελύσατο πάντροφος Αἰών·
ἀλλὰ Διὸς ζαθέοις ὑπό νεύμασι κυανοχαίτης
Θεσσαλικοῦ σκοπέλοιο μεσόμφαλον ἄκρον ὀρύξας
γειοτόμῳ τριόδοντι διέσχισε, καὶ διὰ μέσσου
375
ῥηγνυμένου πρηῶνος ἐχάζετο μάρμαρον ὕδωρ·
καὶ χύσιν ὑψικέλευθον ἀπωσαμένη νιφετοῖο
γαῖα φάνη παλίνορσος· ἐλαυνομένων δὲ ῥεέθρων
εἰς βυθίους κευθμῶνας ἐγυμνώθησαν ἐρίπναι.
καὶ χθονὸς ὑγρὰ μέτωπα χέων πολυδίψιον αἴγλην
380
ἠέλιος ξήραινε· παχυνομένων δὲ ῥοάων
θερμοτέραις ἀκτῖσιν ἐχερσώθη πάλιν ἰλὺς
οἷα πάρος. βροτέῃ δὲ τετυγμένα μείζονι τέχνῃ
ἄστεα λαϊνέοισιν ἐνεστήρικτο θεμέθλοις,
δωμήθη δὲ μέλαθρα, νεοκτίστων δὲ πολήων
385
ἀρτιγόνοις μερόπεσσιν ἐρυμνώθησαν ἀγυιαί.
καὶ φύσις ἂψ ἐγέλασσε· συνιπταμένων δὲ θυέλλαις
ὀρνίθων πτερύγεσσιν ἐρετμώθη πάλιν ἀήρ.