Thesauros Edebiyat Destan Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Kitap 6

 
Δίζεο θέσκελον ἕκτον, ὅπῃ Ζαγρῆα γεραίρων γαίης ἕδρανα πάντα κατέκλυσεν ὑέτιος Ζεύς.
 
οὐδὲ πατὴρ τότε μοῦνος ἔχεν πόθον· ἀλλὰ καὶ αὐτοὶ
 
ἓν βέλος ἶσον ἔχοντες, ὅσοι ναετῆρες Ὀλύμπου,
 
Δηῴης ὑμέναιον ἑεδνώσαντο θεαίνης.
 
ἔνθα σέλας ῥοδέοιο διαλλάξασα προσώπου
 
ἄλγεσι κυμαίνοντα νόον μαστίζετο Δηώ· 5
 
καὶ κεφαλῆς γονόεσσαν ἀπεσφήκωσε καλύπτρην,
 
αὐχενίης λύσασα καθειμένα βόστρυχα χαίτης,
 
παιδὶ περιφρίσσουσα· βαρυνομένης δὲ θεαίνης
 
δάκρυσιν αὐτοχύτοισι καθικμαίνοντο παρειαί,
 
ὅττι τόσους μνηστῆρας ἑνὶ φλογόεντι βελέμνῳ 10
 
εἰς ἔριν οἰστρηθέντας ὁμοζήλων ὑμεναίων
 
ξυνὸς Ἔρως βάκχευεν, ἁμιλλητῆρας Ἐρώτων·
 
πάντας μὲν τρομέεσκε, τὸ δὲ πλέον ὄμπνια μήτηρ
 
παιδὸς ἔχειν Ἥφαιστον ἐδείδιε χωλὸν ἀκοίτην.
 
καὶ δόμον Ἀστραίοιο μετέστιχεν εὔποδι ταρσῷ, 15
 
δαίμονος ὀμφήεντος· ὀπισθοπόρων δὲ κομάων
 
ἄπλοκον ἀσταθέεσσιν ἐσείετο βόστρυχον αὔραις.
 
τὴν μὲν ἰδὼν ἤγγειλεν Ἑωσφόρος· εἰσαΐων δὲ
 
ὦρτο γέρων Ἀστραῖος· ὁ μὲν γραμμῇσι χαράσσων
 
κυανέην ἐνέπασσε κόνιν περὶ νῶτα τραπέζης, 20
 
καὶ τυπόων ἑλικηδὸν ὑπʼ ἀγκυλόδοντι σιδήρῳ
 
πυθμένα τετράπλευρον ἐπέγραφεν αἴθοπι τέφρῃ,
 
καὶ τύπον ἄλλον ἔτευξεν ἰσογλώχινι τριγώνῳ.
 
ἀλλὰ τὰ μὲν μεθέηκε καὶ ἤλυθεν ἄγχι θυράων
 
ἀντιόων Δήμητρι· διεσσυμένων δὲ μελάθρου 25
 
ἕσπερος ἡγεμόνευε, καὶ εἰς θρόνον ἵδρυε Δηὼ
 
πατρὸς ἑοῦ παρὰ θῶκον· ὁμοστόργῳ δὲ μενοινῇ
 
νεκταρέου κεράσαντες ἀπὸ κρητῆρος Ἀῆται
 
δαίμονα λυσιπόνοισιν ἐδεικανόωντο κυπέλλοις
 
υἱέες Ἀστραίοιο· πιεῖν δʼ ἠρνήσατο Δηὼ 30
 
Περσεφόνης μεθύουσα μεληδόνι· μουνοτόκοι γὰρ
 
τηλυγέτους διὰ παῖδας ἀεὶ τρομέουσι τοκῆες·
 
ἀλλὰ μόγις παρέπεισεν ἀναινομένην ἔτι Δηὼ
 
ἡδυεπὴς Ἀστραῖος ἔχων θελξίφρονα Πειθώ.
 
ἔνθα γέρων μέγα δεῖπνον ἐπήρτυεν, ὄφρα μερίμνας 35
 
θυμοδακεῖς Δήμητρος ἀποσκεδάσειε τραπέζῃ.
 
καὶ πίσυρες λαγόνεσσι καθαψάμενοι τελαμῶνας
 
πατρὸς ὑποδρηστῆρες ἐμιτρώθησαν Ἀῆται·
 
νεκταρέῳ δὲ κύπελλα παρὰ κρητῆρι τιταίνων
1 / 10 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi