Thesauros Edebiyat Destan Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Kitap 5

 
τὸν μὲν Ἔρως πόμπευεν ἐς Ἀονίους ὑμεναίους, 280
 
Φοίβου Κήιον υἷα· βοοστίκτου δὲ θυηλῆς
 
πᾶσα πόλις στεφθεῖσα, καὶ ἰθυτμῆτες ἀγυιαὶ
 
ὀρχηθμῷ μεμέληντο, παρὰ προπύλαια δὲ παστοῦ
 
εἰλιπόδην ὑμέναιον ἐπερρώσαντο πολῖται,
 
καὶ μέλος ἱμερόφωνον ἀνεκρούσαντο γυναῖκες, 285
 
καὶ γαμίῃ σύριγγι συνέκλαγον Ἄονες αὐλοί.
 
ἔνθεν Ἀρισταίοιο καὶ Αὐτονόης ἀπὸ λέκτρων
 
Ἀκταίων ἀνέτελλε· φιλοσκοπέλῳ δὲ μενοινῇ
 
Ἀγρέος αἷμα φέρων ἀπεμάξατο πάτριον ἄγρην,
 
Ἀρτέμιδος θεράπων ὀρεσίδρομος—οὐ νέμεσις δὲ 290
 
δύσμορον Ἀκταίωνα μαθεῖν μελεδήματα θήρης
 
υἱωνὸν γεγαῶτα λεοντοφόνοιο Κυρήνης—·
 
οὔ ποτέ μιν φύγεν ἄρκτος ὀρεστιάς, οὐδέ μιν αὐτῆς
 
λοίγιον ἐπτοίησε λεχωίδος ὄμμα λεαίνης·
 
πολλάκι δʼ ὑψιπότητον ἐπιθρῴσκοντα δοκεύων 295
 
πόρδαλιν ἐπρήνιξεν· ἀεὶ δέ μιν ὑψόθι λόχμης
 
ὄμμασι θαμβαλέοισιν ἐδέρκετο μηλονόμος Πὰν
 
ὠκείης ἐλάφοιο παραΐσσοντα πορείην.
 
ἀλλά οἱ οὐ χραίσμησε ποδῶν δρόμος, οὐδὲ φαρέτρη
 
ἤρκεσεν, οὐ βελέων σκοπὸς ὄρθιος, οὐ δόλος ἄγρης· 300
 
ἀλλά μιν ὤλεσε Μοῖρα, κυνοσπάδα νεβρὸν ἀλήτην,
 
Ἰνδῴην μετὰ δῆριν ἔτι πνείοντα κυδοιμοῦ,
 
εὖτε τανυπρέμνοιο καθήμενος ὑψόθι θηγοῦ
 
λουομένης ἐνόησεν ὅλον δέμας ἰοχεαίρης,
 
θηητὴρ δʼ ἀκόρητος ἀθηήτοιο θεαίνης 305
 
ἁγνὸν ἀνυμφεύτοιο δέμας διεμέτρεε κούρης
 
ἀγχιφανής· καὶ τὸν μὲν ἀνείμονος εἶδος ἀνάσσης
 
ὄμματι λαθριδίῳ δεδοκημένον ὄμματι λοξῷ
 
νηιὰς ἀκρήδεμνος ἀπόπροθεν ἔδρακε Νύμθη,
 
ταρβαλέη δʼ ὀλόλυξεν, ἑῇ δʼ ἤγγειλεν ἀνάσσῃ 310
 
ἀνδρὸς ἐρωμανέος θράσος ἄγριον· ἡμιφανὴς δὲ
 
Ἄρτεμις ἁρπάξασα σὺν εἵματι κυκλάδα μίτρην
 
παρθενίῳ ζωστῆρι σαόφρονας ἔσκεπε μαζούς,
 
καὶ διεροῖς μελέεσσιν ἔσω δύνουσα ῥεέθρων
 
αἰδμένη κατὰ βαιὸν ὅλον δέμας ἔκρυφε κούρη. 315
 
Ἀκταίων βαρύποτμε, δὲ μὲν λίπεν αὐτίκα μορφὴ
 
ἀνδρομέη, πισύρων δὲ ποδῶν ἐδιχάζετο χηλή,
 
καὶ τανασὶ γναθμοῖν ἐμηκύνοντο παρειαί,
 
κνῆμαι ἐλεπτύνοντο, καὶ ἀγκύλα δοιὰ μετώπῳ

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi