Thesauros Edebiyat Destan Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Kitap 5

 
ἥ ποτε νυμφευθεῖσα Γιγαντείοις ὑμεναίοις 200
 
εἴκελον υἷα λόχευσεν ὀδοντοφύτῳ παρακοίτῃ·
 
καὶ Χαρίτων ἴνδαλμα ποθοβλήτοιο προσώπου
 
Ζηνὶ φυλασσομένη Σεμέλη βλάστησε τετάρτη
 
θυγατέρων, μούνῃ δὲ καὶ ὁπλοτέρῃ περ ἐούσῃ
 
δῶκεν ἀνικήτοιο φύσις πρεσβήια μορφῆς. 205
 
ἄρσενα δʼ ὀψιτέλεστον ὁμόζυγα θήλεϊ φύτλῃ
 
Ἁρμονίη νέον υἷα γεγηθότι γείνατο Κάδμῳ,
 
Ἀονίης Πολύδωρον ἑωσφόρον ἀστέρα πάτρης,
 
ὁπλότερον Σεμέλης ῥοδοειδέος, ὃν παρὰ Θήβαις
 
σκῆπτρα λαβὼν ἀθέμιστος ἄναξ ἀπενόσφισε Πενθεύς. 210
 
καὶ τὰ μὲν ὣς ἤμελλε γέρων χρόνος ὀψὲ τελέσσαι.
 
Κεκριμένας δὲ θύγατρας ἐπεκλήισσεν ἀκοίταις
 
Κάδμος ἀμοιβαίοιο γάμου τετράζυγι παστῷ,
 
καὶ λέχος ἄλλο μετʼ ἄλλο συνήρμοσε· δωροφόρος γὰρ
 
πρῶτος Ἀρισταῖος, Νόμιος καὶ ἐπώνυμος Ἀγρεύς, 215
 
αἷμα σοφοῦ Φοίβοιο καὶ εὐπαλάμοιο Κυρήνης,
 
Αὐτονόην ζυγίων ἀρότων νυμφεύσατο θεσμῷ·
 
οὐ μὲν Ἀγηνορίδης πολυφερβέος ἴδμονα τέχνης
 
γαμβρὸν ἔχειν ἀπέειπε, βιοσσόον υἱέα Φοίβου,
 
ἀλλὰ Διιπετέων ἀνέμων ζωαρκέσιν αὔραις 220
 
λοίγιον εὐνήσαντι πυρώπιδος ἀστέρα Μαίρης
 
παῖδα συνεκλήισσε περισσονόῳ παρακοίτῃ.
 
καὶ γάμος ἦν πολύολβος, ἐπεὶ γέρας ἄζυγι κούρῃ
 
δῶκε βόας, πόρεν αἶγας, ὀρίτροφον ὤπασε ποίμνην·
 
καὶ πολὺς ἀχθοφόρῳ βεβαρημένος ὄγμος ἀνάγκῃ 225
 
φόρτον ἐλαιήεντος ἐκούφισεν ἀμφιφορῆος,
 
ἕδνα γάμων, πολλὴν δὲ σοφῆς ἐκόμισσε μελίσσης
 
δαιδαλέην ὠδῖνα πολυτρήτοιο λοχείης.
 
κεῖνος ἀνὴρ πρώτιστος ὀρίδρομος ἅλματι ταρσῶν
 
εὗρε φιλοσκοπέλοιο πόνον κεμαδοσσόον ἄγρης, 230
 
πῶς νοερῷ μυκτῆρι παρὰ σφυρὰ φορβάδος ὕλης
 
θηρὸς ἀσημάντοιο κύων μαντεύεται ὀδμήν,
 
ὄρθια λοξοκέλευθον ἐπὶ δρόμον οὔατα τείνων,
 
καὶ δολίης δεδάηκε πολύπλοκα δίκτυα τέχνης
 
καὶ σταλίκων τύπον ὀρθόν, ὑπὲρ ψαμάθοιο δὲ θηρῶν 235
 
πρώιον ἀτρίπτῳ κεχαραγμένον ἴχνος ἀρούρῃA verse or more seems to have fallen out.
 
καὶ ποσὶν ἐνδρομίδας θηρήτορα φῶτα διδάξας
 
ἄσχετον ἀίσσοντα κυνοσσόον εἰς δρόμον ἄγρης
 
πέπλα φαεινομένης ἐπιγουνίδος ἄχρι φορῆσαι,

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi