Thesauros Edebiyat Destan Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Kitap 5

 
Κάδμον ὁμοῦ καὶ Ζῆνα μιῆς ψαύοντα τραπέζης. 120
 
καὶ γαμίοις θαλάμοισι φέρων νυμφοστόλον ὥρην
 
Ἀρκτῴης ἀνέτελλε Δράκων ὁμόφοιτος Ἁμάξης,
 
ἄγγελος ἐσσομένων, ὅτι σύννομος ἥλικι νύμφῃ
 
ἐκ βροτέης ἤμελλεν ἔχειν ὀφιώδεα μορφὴν
 
νυμφίος Ἁρμονίης. μακάρων δέ τις ἄλλος ἐπʼ ἄλλῳ 125
 
εἰς θαλάμους σπεύδοντι γέρας δωρήσατο Κάδμῳ·
 
Ζεὺς μὲν πάντα τέλεια· κασιγνήτην δὲ γεραίρων
 
Ἥρην πασιμέλουσαν, ἐπεὶ πέλεν Ἄρεϊ μήτηρ,
 
ἵππιος ὤπασε δῶρα θαλάσσια κυανοχαίτης·
 
Ἑρμῆς σκῆπτρον ἔδωκεν, Ἄρης δόρυ, τόξον Ἀπόλλων, 130
 
καὶ στέφανον κομόωντα λίθων ἑτερόχροϊ κόσμῳ
 
Ἁρμονίης Ἥφαιστος ἐπῃώρησε καρήνῳ,
 
χρυσείην κροτάφοισιν ἐπικρεμάσας ἀναδέσμην·
 
καὶ θρόνον εὐλάιγγα πόρε χρυσόθρονος Ἥρη·
 
Ἄρεα κυδαίνουσα πολυφράδμων Ἀφροδίτη 135
 
χρύσεον ὁρμὸν ἔχοντα λίθων πολυδαίδαλον αἴγλην
 
λευκὸν ἐρευθιόωντι συνήρμοσεν αὐχένι κούρης,
 
Ἡφαίστου σοφὸν ἔργον, ὅ περ κάμε Κυπρογενείῃ,
 
τοξευτῆρος Ἔρωτος ὅπως ὀπτήριον εἴη·
 
ἔλπετο γὰρ Κυθέρειαν ἀεὶ βαρύγουνος ἀκοίτης 140
 
υἷα τεκεῖν σκάζοντα, ποδῶν μίμημα τοκῆος·
 
ἀλλὰ μάτην ἐδόκησε, καὶ ἀρτίπον υἷα νοήσας
 
λαμπόμενον πτερύγεσσιν ὁμοίιον υἱέι Μαίης
 
ποικίλον ὁρμὸν ἔτευξεν, ὃς ἀστεροφεγγέι νώτῳ
 
ὡς ὄφις ἦν ἑλικῶδες ἔχων δέμας· οἷα γὰρ αὐτὴ 145
 
δίστομος ἀμφίσβαινα μέσῳ μηρύεται ὁλκῷ
 
ἰὸν ἀποπτύουσα διʼ ἀμφοτέροιο καρήνου,
 
ἀμφελελιζομένη μελέων ἑτερόζυγι παλμῷ,
 
εἰς κεφαλὴν δὲ κάρηνον ἐφερπύζουσα συνάπτει,
 
λοξῇ καμπύλα νῶτα περισκαίρουσα πορείῃ· 150
 
ὣς ὅ γε ποικίλος ὁρμὸς ἐαγότα νῶτα τιταίνων
 
κάμπτετο, κυρτωθεῖσαν ἔχων διδυμάονα δειρήν,
 
ἀμφιλαφὴς φολίδεσσιν ἐς ὀμφαλὸν ἄχρις ἱκάνων
 
πλεκτὸς ὄφις δικάρηνος· ὑπὸ στροφάλιγγι δὲ τέχνης
 
χρύσεος ὁλκαίης ἐλελίζετο κύκλος ἀκάνθης, 155
 
καί οἱ ἑλισσομένη κεφαλὴ πολυδίνεϊ παλμῷ
 
ψευδαλέον σύριγμα διήρυγεν ἀνθερεῶνος.
 
καὶ στομάτων ἑκάτερθεν ὅπῃ τέλος ἐστὶ καὶ ἀρχή,
 
αἰετὸς ἦν χρύσειος, ἅτε πλατὺν ἠέρα τέμνων,

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi