Thesauros Edebiyat Destan Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Kitap 5

 
πέμπτην δʼ Ἄρεϊ δῶκε, πόρε τριτάτην Ἀφροδίτῃ, 80
 
ἀμφοτέρων ἑκάτερθεν ὅπως Φαέθων μέσος εἴη,
 
γείτονα θοῦρον Ἄρηα διατμήγων Ἀφροδίτης·
 
ἕκτην Ζηνὸς ἄγαλμα φαεινοτέρῳ κάμε κόσμῳ
 
ὑψιφανῆ· πυμάτην δὲ Κρόνου λάχεν ἕβδομος ἀστήρ.
 
τοῖον ἕδος ποίησε· καὶ ἱερὸν ἄστυ πολίσσας 85
 
Αἰγυπτίης ἐκάλεσσεν ὁμώνυμον ἄστεϊ Θήβης,
 
ποικίλον ἀσκήσας χθόνιον τύπον, ἶσον Ὀλύμπῳ.
 
Ἀονίων δὲ θύγατρες ἀνεκρούσαντο χορείαις
 
Ἁρμονίης ὑμέναιον· ἐπʼ εὐθαλάμῳ δὲ μελάθρῳ
 
Θρηικίης φθέγξαντο χορίτιδες οὔνομα νύμφης. 90
 
καὶ Παφίη νεότευκτον ἐκόσμεε παστάδα Κάδμῳ
 
παιδὸς ἑῆς μέλπουσα θεοκλήτους ὑμεναίους
 
μήτηρ ἱμερόεσσα· πατὴρ δʼ ὑπὸ χάρματι κούρης
 
γυμνὸς ἄτερ σακέων ὠρχήσατο μείλιχος Ἄρης
 
δεξιτερὴν ἀσίδηρον ἐπικλίνων Ἀφροδίτῃ, 95
 
καὶ γαμίῃ σάλπιγγι μελίζετο θυμὸν So MSS.: edd. ἐρώτων
 
ἀντίτυπον σύριγγι, σιδηροφόρου δὲ καρήνου
 
ἠθάδας εὐπολέμοιο λόφους ἀπεσείσατο χαίτης,
 
μιτρώσας πλοκαμῖδας ἀναιμάκτοισι κορύμβοις,
 
πλέξας κῶμον Ἔρωτι· σὺν ἀθανάτοις δὲ χορεύων 100
 
εἰς γάμον Ἁρμονίης Ἰσμήνιος ἦλθεν Ἀπόλλων
 
ἑπτατόνῳ κιθάρῃ φιλοτήσιον ὕμνον ἀράσσων·
 
καὶ μέλος ἐκρούσαντο βιοσσόον ἐννέα Μοῦσαι,
 
καὶ παλάμας ἐλέλιζε Πολύμνια, μαῖα χορείης,
 
μιμηλὴν δʼ ἐχάραξεν ἀναυδέος εἰκόνα φωνῆς, 105
 
φθεγγομένη παλάμῃσι σοφὸν τύπον ἔμφρονι σιγῇ,
 
ὄμματα δινεύουσα· πολυστρέπτῳ δὲ πεδίλῳ,
 
Ζηνὶ χαριζομένη, θαλαμηπόλος ἵστατο Νίκη,
 
Κάδμον ἀνευάζουσα, Διὸς πρόμον, ἀμφὶ δὲ παστῷ
 
παρθενίοις στομάτεσσι γαμήλιον ἔπλεκε μολπήν, 110
 
καὶ ποδὸς ἴχνος ἕλισσεν, ἐπʼ εὐκύκλῳ δὲ χορείῃ
 
αἰδομένη πτερὰ πάλλε παρὰ πτερύγεσσιν Ἐρώτων.
 
ἐκ δὲ πολυσπερέων δαΐδων ὁμοφεγγέος αἴγλης
 
ἑσπερίης ἀνέτελλε φάος ψευδήμονος Ἠοῦς.
 
καὶ λιγυροῖς στομάτεσσι φιλοσκάρθμῳ παρὰ παστῷ 115
 
πάννυχος ἔπλετο κῶμος ἀκοιμήτοιο χορείης
 
μελπομένων· σπεύδων γὰρ ἐς ἀγρύπνους ὑμεναίουςA line seems to have been omitted.
 
ἠθάδα ῥάβδον ἔλειπεν, ἐπεὶ ταμίη πέλεν ὕπνου.
 
καὶ Θήβη χορὸς ἦεν Ὀλύμπιος· ἦν δὲ νοῆσαι

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi