Thesauros Edebiyat Destan Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Kitap 5

 
ψευδομένης νόθον εἶδος ἐδέρκετο Περσεφονείης· 600
 
καί ποτε διψαλέοιο πυραυγέι καύματος ἀτμῷ
 
καρφαλέης φεύγουσα μεσημβρινὸν ἴχνιον Ὥρης
 
κερκίδος ἱστοπόνων καμάτων ἀμπαύετο κούρη,
 
καὶ διεροὺς ἱδρῶτας ἀποσμήξασα προσώπου,
 
σφιγγομένην στέρνοισι σαόφρονα λύσατο μίτρην, 605
 
καὶ χρόα λυσιπόνοισι καθικμαίνουσα λοετροῖς
 
πηγαίῳ πεφόρητο καταψύχοντι ῥεέθρῳ,
 
νήματα καλλείψασα πεπαρμένα Παλλάδος ἱστῷ.
 
οὐδὲ Διὸς λάθεν ὄμμα πανόψιον· ἀσκεπέος δὲ
 
λουομένης ὅλον εἶδος ἐδέρκετο Περσεφονείης· 610
 
οὐ τόσον ἱμείρων ἐπεμήνατο Κυπρογενείῃ,
 
ἣν ποθέων ἀκίχητα γονὴν ἔσπειρεν ἀρούρῃ
 
θερμὸν ἀκοντίζων αὐτόσσυτον ἀφρὸν Ἐρώτων,
 
ἔνθεν ἀεξιτόκοιο κεραστίδος ἔνδοθι Κύπρου
 
Φηρῶν εὐκεράων διδυμόχροος ἤνθεε φύτλη. 615
 
καὶ μεδέων κόσμοιο καὶ οὐρανὸν ἡνιοχεύων
 
εἰς πόθον αὐχένα κάμψεν ὁ τηλίκος· οὐδὲ κεραυνοί,
 
οὐ στεροπὴ χραίσμησε κορυσσομένης Ἀφροδίτης·
 
Ἥρης δʼ οἶκον ἔλειπε, λέχος δʼ ἀπέειπε Διώνης,
 
Δηοῦς ῥῖψεν ἔρωτα, Θέμιν φύγε, κάλλιπε Λητώ, 620
 
μούνης δʼ εἰς ὑμέναιον ἐθέλγετο Περσεφονείης.
← Önceki 16 / 16

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi