Kitap 5
λεπταλέους πόδας εἶδε καὶ οὐκ ἴδε κύκλα πεδίλων.
400
δύσμορον Αὐτονόην οὐ μέμφομαι· οἰχομένου γὰρ
ὀφθαλμοὺς βροτέους οὐκ ἔδρακεν, οὐκ ἴδε μορφῆς
ἀνδρομέης ἴνδαλμα, καὶ οὐκ ἐνόηδεν ἰούλων
ἄνθεϊ πορφυρέῳ κεχαραγμένον ἀνθερεῶνα.
φοιταλέοις δὲ πόδεσσι διερχομένη ῥάχιν ὕλης
405
τρηχαλέης ἐπάτησε δυσέμβατα νῶτα κολώνης·
λυσιχίτων ἀπέδιλος· ὀριπλανέων δʼ ἀπὸ μόχθων
νόστιμος εἰς δόμον ἦλθεν· ἐπʼ ἀπρήκτῳ δὲ μενοινῇ
ἀχνυμένη μόγις εὗδε σὺν αἰνοτόκῳ παρακοίτῃ.
ἄμφω δὲ σκιεροῖσιν ἐφωμίλησαν ὀνείροις,
410
ὄμμασιν ἁρπάξαντες ἀηδονίου πτερὸν Ὕπνου.
ψυχὴ δʼ ἠιθέοιο κατηφέι πατρὶ παρέστη
στικτὸν ἔχων ἐλάφου σκιόεν δέμας, ἐκ βλεφάρων δὲ
ἔμφρονα δάκρυα χεῦε, καὶ ἀνδρομέῃ φάτο φωνῇ·
Ὦ πάτερ, ὑπνώεις, καὶ ἐμὴν οὐκ οἶδας ἀνάγκην·
415
ἔγρεο καὶ γίνωσκε νόθην ἄγνωστον ὀπωπήν,
ἔγρεο καὶ πήχυνε φίλης ἐλάφοιο κεραίην,
καὶ κύσον ἔμφρονα θῆρα, τὸν Αὐτονόης τέκε γαστήρ.
αὐτὸν ὀπιπεύεις με, τὸν ἔτρεφες· ἀμφότερον γὰρ
δέρκεαι Ἀκταίωνα καὶ Ἀκταίωνος ἀκούεις.
420
εἰ παλάμην ποθέεις καὶ δάκτυλα παιδὸς ἀφάσσειν,
προσθιδίους σκοπίαζε πόδας, καὶ χεῖρα νοήσεις·
εἰ κεφαλὴν ποθέεις, κεφαλὴν ἐλάφοιο δοκεύοις·
εἰ βροτέους κροτάφους, δολιχάς σκοπίαζε κεραίας·
εἰ πόδας Ἀκταίωνος, ὀπισθιδίην ἴδε χηλήν·
425
εἰ μελέων τρίχας εἶδες, ἐμοὶ γεγάασι χιτῶνες.
υἷα, πάτερ, γίνωσκε, τὸν οὐκ ἐσάωσεν Ἀπόλλων·
υἷα, πάτερ, στενάχιζε, τὸν οὐκ ἐφύλαξε Κιθαιρών.
ἀλλοφυῆ σέο παῖδα κατηφέι κεῦθε κονίῃ·
μή σε παραπλάγξειε νόθη καὶ ἄπιστος ὀπωπή·
μή τεὸν ἀκτερέιστον ὀλωλότα νεβρὸν ἐάσῃς.
430
αἴθε, πάτερ, με φύλαξας ἀήθεα θηροσυνάων·
οὐκ ἂν ἐγὼ πόθον εἶχον ἐρημάδος ἰοχεαίρης,
οὐκ ἂν ἐγὼ δέμας εἶδον Ὀλύμπιον. αἴθε δὲ κούρης
θνητῆς εἶχον ἔρωτα· χαμαιγενέας δὲ γυναῖκας
435
καλλείψας ἑτέροισι καὶ ὠκυμόρους ὑμεναίους
ἀθανάτην ἐπόθησα· χολωομένης δὲ θεαίνης
δεῖπνον ἐμῶν σκυλάκων γενόμην, πάτερ· εἰσὶ κολῶναι
μάρτυρες· εἰ σκοπέλοις οὐ πείθεαι, εἴρεο Νύμφας