Thesauros Edebiyat Destan Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Kitap 5

 
πέμπτον ἔτι σκοπίαζε καὶ Ἀκταίωνα νοήσεις, τὸν κεμὰς οὐκ ὤδινε, κυνοσπάδα νεβρὸν ἀλήτην.
 
ἀλλʼ ὅτε δὴ πολέμων ὀφιώδεα λήια κείρων
 
Κάδμος ὀδοντοφύτων καλάμην ἤμησε Γιγάντων,
 
σπένδων λύθρον Ἄρηι θαλύσια δηιοτῆτος,
 
φαιδρύνας ἑὰ γυῖα δρακοντοβότῳ παρὰ Δίρκῃ
 
Δελφίδα βοῦν ἱέρευσε θεοδμήτων ἐπὶ βωμῶν, 5
 
Παλλάδι καλὸν ἄγαλμα. Καταρχομένῳ δὲ θυηλὰς
 
δίζυγες ἔνθα καὶ ἔνθα περιρραίνοντο κεραῖαι
 
οὐλοχύταις· ὁ δὲ γυμνὸν ἑλὼν παρὰ γείτονι μηρῷ
 
φάσγανον Ἀσσυρίοιο παρήορον ἐκ τελαμῶνος
 
ἀκροτάτην τρίχα τάμνε τανυρρίνοιο The MSS. Read καρήνου 10
 
ἄορι κωπήεντι· Θεοκλύμενος δὲ κεραίης
 
δραξάμενος μόσχοιο παλίντονον εἴρυσε δειρήν,
 
αὐχενίους δὲ τένοντας ἀπηλοίησε Θυέστης
 
ἀμφιτόμῳ βουπλῆγι, καὶ αἱμαλέῳ βοὸς ὁλκῷ
 
λάινος Ὀγκαίης ἐρυθαίνετο βωμὸς Ἀθήνης, 15
 
καὶ βοέου κερόεντος ἀρασσομένοιο μετώπου
 
πρηνὴς μόσχος ἔπιπτε· δαϊζομένης δὲ σιδήρῳ
 
πλευρὰ διατμήξαντες ἐμιστύλαντο μαχαίρῃ,
 
καὶ βοέην τρηχεῖαν ἐγυμνώσαντο καλύπτρην
 
ἐκταδίην· ὁ δὲ φαιδρὸν ἐπὶ χθονὶ φᾶρος ἑλίξας 20
 
αὐτὸς ἄναξ πεπόνητο, καὶ εὐφυέων κρέα μηρῶν
 
ὠμὰ διατμήξας ἐκαλύψατο δίξυγι δημῷ
 
μιστύλλων κατὰ βαιόν, ἐπʼ ἀνθρακιῇ δὲ τανύσσας
 
σπλάγχνα σιδηρείοισι πεπαρμένα μακρὰ κορύμβοις
 
εἴρυσεν, ὀπτήσας ἁπαλῷ πυρί· μεσσοπαγῆ δὲ 25
 
ἀκροπόρῳ στοιχηδὸν ἄγων τετορημένα χαλκῷ
 
ἀνθοκόμου κατέθηκε χαμαιζήλοιο τραπέζης
 
δαιτρός, ἐπασσυτέρους ὀβελοὺς ζείοντας ἀείρας.
 
καὶ θυόεις ἐλέλικτο διʼ ἠέρος ἀτμὸς ἀλήτης
 
Ἀσσυρίης λιβάνοιο. τελειομένης δὲ θυηλῆς 30
 
δεῖπνον ἔην, καὶ Κάδμος ἑλὼν ἐπένειμεν ἑκάστῳ
 
κεκριμένης ὀρέγων ἰσοελκέα μοῖραν ἐδωδῆς.
 
δαιτυμόνων δὲ φάλαγγες ἐπʼ εὐκύκλοιο τραπέζης
 
εἰλαπίνης ἀπέθεντο πόθον κεκορηότι θυμῷ.
 
οὐδὲ δρακοντοφόνῳ καμάτων τέλος ἔπλετο Κάδμῳ, 35
 
ἀλλὰ μεθʼ ἑρπηστῆρα, μετʼ ἄγρια φῦλα Γιγάντων,
 
Ἐκτήνων προμάχοισι καὶ Ἄονι μάρνατο λαῷ
 
βάρβαρον ἀμώων στάχυν Ἄρεος, ἀγχιπόροις δὲ
 
ἔχραε Τεμμίκεσσι· καλεσσαμένῳ δὲ μαχητὰς
1 / 16 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi