Thesauros Edebiyat Destan Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Kitap 48

 
αὐχένα σοι κλίνουσαν ἄγω φιλοπάρθενον Αὔρην· 280
 
ἀλλά, ποθοβλήτοιο χορίτιδες Ὀρχομενοῖο,
 
στέψατε κεστόν ἱμάντα γαμοστόλον, ὅττι μενοινήν
 
τοσσατίην νίκησεν ἀνικήτοιο λεαίνης.
 
τοῖον ἔπος μαντῷον ὀρεστιάς ἔδρακεν Αὔρη·
 
οὐδὲ μάτην πρὸς Ἔρωτας ἔην ὄναρ, ὅττι καί αὐτοὶ 285
 
εἰς λίνον ἄνδρα φέρουσι καὶ ἀγρώσσουσι γυναῖκα.
 
κούρη δʼ ἐγρομένη πινυτόφρονι μαίνετο δάφνῃ,
 
καὶ Παφίῃ καὶ Ἔρωτι μαχέσσατο, καὶ πλέον Ὕπνῳ
 
χώσατο τολμήεντι, καὶ ἠπείλησεν Ὀνείρῳ,
 
καὶ πετάλοις νεμέσιζε καὶ ἀφθόγγῳ φάτο φωνῇ· 290
 
Δάφνη, τί κλονέεις με; τί Κύπριδι καὶ σέο δένδρῳ;
 
ἀασάμην εὕδοβσα τεοὺς ὑπὸ γείτονας ὄζους
 
σὸν φυτόν ἐλπομένη φιλοπάρθενον, ὑμετέρης δὲ
 
φήμης οὐκ ἐτύχησα καὶ ἐλπίδος· ὣς ἄρα, Δάφνη, 295
 
σὸν δέμας ἀλλάξασα τεὸν νόον εὗρες ἀμεῖψαι;
 
μὴ γαμίῃ μετὰ πότμον ὑποδρήσσεις Ἀφροδίτῃ;
 
οὐ πινυτῆς τόδε δένδρον, ἀπʼ ἀρτιγάμοιο δὲ νύμφης;
 
οὐ νέμεσις παρὰ μύρτον ὀνείρατα ταῦτα νοῆσαι,
 
μαχλάδος οὗτος ὄνειρος ἐπάξιος· ἦ ῥά σε Πειθώ,
 
ἦ ῥά σε χειρὶ φύτευσε τεὸς δαφναῖος Ἀπόλλων; 300
 
εἶπεν ὁμοῦ κοτέουσα φυτῷ καὶ Ἔρωτι καὶ Ὕπνῳ.
 
καί ποτε θηρεύουσα κατʼ οὔρεα δεσπότις ἄγρης
 
καύματος αἰθαλόεντος ἱμασσομένη χρόα πυρσῷ
 
Αρτεμις ἔντυε δίφρον, ὅπως ἅμα Νηίσι Νύμφαις
 
θερμὸν ὀρεσσιχύτοισι δέμας ψύξειε λοετροῖς, 305
 
ἡνίκα μέσσον ἔην φλογερὸν θέρος, ἡνίκα πάλλων
 
καρχαλέης πυρόεντα μεσημβρινὸν ἦχον ἱμάσθλης
 
ἠέλιος σελάγιζε λεοντείων ἐπὶ νώτων.
 
καὶ κεμάδας ζυγίοισι συνεκλήισσε λεπάδνοις
 
Αρτεμις οὐρεσίφοιτος· ἐπεμβαίνουσα δέ δίφρου 310
 
λάζετο καὶ μάστιγα καὶ ἡνία παρθένος Αὔρη,
 
καὶ κεραὴν ἤλαυνε θυελλήεσσαν ἀπήνην.
 
ἀενάου δέ θύγατρες ἀνάμπυκες Ὠκεανοῖο
 
δμωίδες ἐρρώοντο συνήλυδες ἰοχεαίρῃ,
 
ὦν ἡ μέν ταχύγουνος ἔην προκέλευθος ἀνάσσης, 315
 
ἄλλη δʼ ἰσοκέλευθος ἀναστείλασα χιτῶνα
 
ἐγγὺς ἔην, ἑτέρη δὲ τανυκνήμιδος ἀπήνης
 
ἁπτομένη πείρινθος ὁμόδρομον εἶχε πορείην.
 
καὶ σέλας ἰοχέαιρα διαυγάζουσα προσώπου

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi