Thesauros Edebiyat Destan Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Kitap 48

 
ἥρμοσε λευκὸν ὕφασμα, γυναικείης σκέπας αἰδοῦς· 120
 
καὶ χρόα πιαλέῳ πεπαλαγμένον εἶχεν ἐλαίῳ
 
καὶ παλάμας πολὺ μᾶλλον, ὅπως ἀλύτων ἀπὸ χειρῶν
 
ὑγρὸν ὀλισθήσειε πιεζομένη χρόα κούρη.
 
καὶ βλοσυροῖς στομάτεσσιν ἀπειλήσασα Λυαίῳ
 
νυμφοκόμῳ μνηστῆρι παρίστατο, διχθάδιον δὲ 125
 
αὐχένι δεσμὸν ἔβαλλεν ὁμόζυγι πήχεος ὁλκῷ·
 
ἀλλὰ παλινδίνητον ἑὴν ἀνελύσατο δειρὴν
 
Βάκχος ἀπορρίψας ἁπαλόχροα δάκτυλα κούρης,
 
δεσμοῖς θηλυτέροισι περίπλοκον αὐχένα σείων·
 
καὶ διδύμας στεφανηδὸν ἐπʼ ἰξύι χεῖρας ἑλίξας 130
 
Παλλήνην ἐτίναξε ποδῶν ἑτεραλκέι παλμῷ·
 
καὶ ῥοδέης παλάμης ἐδράξατο, Κυπριδίην δὲ
 
εἶχε παραιφασίην χιονώδεα χεῖρα πιέζων·
 
οὐδὲ τόσον μενέαινεν ἐπὶ χθονὶ παῖδα κυλίνδειν,
 
ὅσσον ἐπιψαύειν ἁπαλοῦ χροός, ἡδέι μόχθῳ 135
 
τερπόμενος· καὶ ἔκαμνε δολοπλόκον ἄσθμα τιταίνων
 
ὡς βροτός, ἀμβολίῃ δὲ θελήμονι κάλλιπε νίκην.
 
Παλλήνη δʼ ἐρόεσσα πάλης τεχνήμονι παλμῷ
 
θηλυτέραις παλάμῃσι δέμας κούφιζε Λυαίου·
 
οὐδέ μιν ἠέρταζε, τόσον βάρος, ἀλλὰ καμοῦσα 140
 
ἄρσενα γυῖα λέλοιπεν ἀκινήτου Διονύσου.
 
καὶ θεὸς ἀντιτύπῳ περιδέσμιον ἅμματι χειρῶν
 
παρθενικὴν ἐρόεσσαν ἑλών, ἅτε θύρσον ἀείρων,
 
δόχμιον ἀμφιέλικτον ἐκούφισεν ὑψόθεν ὤμου·
 
χειρὶ δὲ φειδομένῃ βριαρὴν ἀπεσείσατο κούρην, 145
 
Παλλήνην δʼ ἀτίνακτον ὅλην ἐτανύσσατο γαίῃ·
 
καὶ δολίοις βλεφάροισιν ἑὴν ἐλέλιζεν ὀπωπήν,
 
κούρης ἁβροκόμου κεκονιμένα γυῖα δοκεύων
 
καὶ πλοκάμους ῥυπόωντας ἀκηδέστοιο καρήνου.
 
ἀλλὰ παλινδίνητος ἀναΐξασα κονίης 150
 
ὄρθιος ἐστήριξε τὸ δεύτερον ἴχνια κούρη·
 
καὶ τροχαλῇ Διόνυσος ἀφειδέι γούνατος ὁρμῇ
 
γαστέρα Παλλήνης κρατέων ἑτεραλκέι παλμῷ
 
παρθενικὴν μενέαινεν ὑπὲρ δαπέδοιο κυλίνδειν,
 
καὶ παλάμας μετέθηκεν ἐπὶ πλευροῖσιν ἑλίξας 155
 
αὐχένα κυρτώσας ἐπικάρσιον, ἀμφὶ δὲ νώτῳ
 
μεσσατίῳ κύκλωσεν ὀπίστερα δάκτυλα κάμψας,
 
ἢ σφυρὸν ἢ κνήμην δεδοκημένος ἢ γόνυ μάρψειν.
 
καὶ θεὸς αὐτοκύλιστος ἑκούσιος ἤριπε γαίῃ

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi