Thesauros Edebiyat Destan Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Kitap 48

 
Δίζεο τεσσαρακοστὸν ἐς ὄγδοον αἷμα Γιγάντων, Παλλήνην δὲ δόκευε καὶ ὑπναλέης τόκον Αὔρης.
 
αὐτὰρ ὁ πορδαλίων ἐποχημένος ἄντυγι δίφρου
 
Θρηικίῃ περίφοιτος ἐκώμασε Βάκχος ἀρούρῃ,
 
ἵππιον ἀρχεγόνοιο Φορωνέος οὖδας ἐάσας.
 
οὐδὲ χόλον πρήυνε παλίγκοτον Ἰναχὶς Ἥρη
 
Ἄργεος οἰστρηθέντος, Ἀχαιιάδων δὲ γυναικῶν 5
 
λύσσης μνῆστιν ἔχουσα πάλιν θωρήσσετο Βάκχῳ.
 
καὶ δολίας ἀνέφαινε λιτὰς παμμήτορι Γαίῃ,
 
ἔργα Διὸς βοόωσα καὶ ἠνορέην Διονύσου
 
γηγενέων ὀλέσαντος ἀμετρήτων νέφος Ἰνδῶν·
 
καὶ Σεμέλης ὅτε παῖδα φερέσβιος ἔκλυε μήτηρ 10
 
Ἰνδῴην ταχύποτμον ἀιστώσαντα γενέθλην,
 
μνησαμένη τεκέων πλέον ἔστενεν ἀμφὶ δὲ Βάκχῳ
 
αὐτογόνων θώρηξεν ὀρίδρομα φύλα Γιγάντων,
 
ὑψιλόφους ἕο παῖδας ἀνοιστρήσασα κυδοιμῷ·
 
Παῖδες ἐμοί, μάρνασθε κορυμβοφόρῳ Διονύσῳ 15
 
ἠλιβάτοις σκοπέλοισιν, ἐμῆς δʼ ὀλετῆρα γενέθλης
 
Ἰνδοφόνον Διὸς υἷα κιχήσατε· μηδὲ νοήσω
 
σὺν Διὶ κοιρανέοντα νόθον σκηπτοῦχον Ὀλύμπου.
 
δήσατε, δήσατε Βάκχον, ὅπως θαλαμηπόλος εἴη,
 
ὁππότε Πορφυρίωνι χαρίζομαι εἰς γάμον Ἥβην 20
 
καὶ Χθονίῳ Κυθέρειαν, ὅτε γλαυκῶπιν ἀείσω
 
εὐνέτιν Ἐγκελάδοιο καὶ Ἄρτεμιν Ἀλκυονῆος·
 
ἄξατέ μοι Διόνυσον, ἵνα Κρονίωνα χαλέψω
 
δουλοσύνην ὁρόωντα δορικτήτοιο Λυαίου·
 
ἠέ μιν οὐτάζοντες ἀλοιητῆρι σιδήρῳ 25
 
κτείνατέ μοι Ζαγρῆι πανείκελον, ὄφρά τις εἴπῃ
 
ἢ θεὸς ἢ μερόπων τις, ὅτι Κρονίδαο γενέθλῃ
 
γαῖα χολωομένη διδύμους θώρηξε φονῆας,
 
πρεσβυτέρους Τιτῆνας ἐπὶ προτέρῳ Διονύσῳ,
 
ὁπλοτέρους δὲ Γίγαντας ἐπʼ ὀψιγόνῳ Διονύσῳ. 30
 
ὣς φαμένη στίχα πᾶσαν ἀνεπτοίησε Γιγάντων.
 
γηγενέων δὲ φάλαγγες ἐπεστρατόωντο κυδοιμῷ.
 
ὃς μὲν ἔχων Νυσαῖον ἐδέθλιον, ὃς δὲ σιδήρῳ
 
ὑψινεφῆ κενεῶνα χαραδρήεντα κολάψας,
 
αἰχμάζων σκοπέλοισιν ἐθωρήχθη Διονύσῳ· 35
 
ὃς δὲ λόφον πετραῖον ἁλικρήπιδος ἀρούρης,
 
ἄλλος ἁλιζώνοιο διαρρήξας ῥάχιν ἰσθμοῦ
 
εἰς ἐνοπὴν ἔσπευδεν. ἀμετρήτοισι δʼ ἀγοστοῖς
 
Πήλιον ὑψικάρηνον ἀνηκόντιζε Πελωρεὺς
1 / 25 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi