Thesauros Edebiyat Destan Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Kitap 47

 
εἴπατε μυρομένῃ, καὶ τλήσομαι, εἰσόκεν ἔλθῃ. 200
 
εἰ μὲν ἔτι ζώει γενέτης ἐμός, ἔρνεα κήπου
 
ἀρδεύσω παλίνορσος ἅμα ζώουσα τοκῆι·
 
εἰ δὲ πατὴρ τέθνηκε καὶ οὐκέτι δένδρα φυτεύει,
 
ἀθρήσω μόρον ἶσον ἐπὶ φθιμένῳ γενετῆρι.
 
ὣς φαμένη ταχύγουνος ἀνέδραμεν εἰς ῥάχιν ὕλης, 205
 
ἴχνια μαστεύουσα νεοσφαγέος γενετῆρος.
 
οὐ δέ οἱ εἰρομένῃ θρασὺς αἰπόλος, οὐ παρὰ λόχμαις
 
παρθένον οἰκτείρων ἀγεληκόμος ἔννεπε βούτης
 
ἴχνιον ἀστήρικτον ἀκηρύκτοιο τοκῆος,
 
οὐ νέκυν Ἰκαρίοιο γέρων ἐπεδείκνυε ποιμήν· 210
 
ἀλλὰ μάτην ἀλάλητο· μόγις δέ μιν εὗρεν ἀλωεὺς
 
καὶ κινυροῖς στομάτεσσι δυσάγγελον ἴαχε φωνήν,
 
καὶ τάφον ἐγγὺς ἔδειξε νεοδμήτοιο τοκῆος.
 
παρθενικὴ δʼ ἀίουσα σαόφρονι μαίνετο λύσσῃ·
 
καὶ πλοκάμους τίλλουσα φίλῳ παρακάτθετο τύμβῳ 215
 
παρθένος ἀκρήδεμνος ἀσάμβαλος, αὐτοχύτοις δὲ
 
δάκρυσιν ἀενάοισι λελουμένον εἶχε χιτῶνα.
 
χείλεσι δʼ ἀφθόγγοισιν ἐπεσφρηγίσσατο σιγὴν
 
εἰς χρόνον· Ἠριγόνῃ δὲ κύων ὁμόφοιτος ἐχέφρων
 
κνυζηθμῷ γοόωντι συνέστιχε πενθάδι κούρῃ, 220
 
καί οἱ ὀδυρομένῃ συνοδύρετο. μαινομένη δὲ
 
εἰς φυτὸν ὑψικάρηνον ἀνέδραμεν· ἀμφὶ δὲ δένδρῳ
 
ἀγχονίῳ σφίγξασα περίπλοκον αὐχένα δεσμῷ
 
αὐτοφόνῳ στροφάλιγγι μετάρσιος ὤλετο κούρη,
 
ἀμφοτέρους δονέουσα πόδας βητάρμονι παλμῷ·
 
καὶ θάνε, καὶ μόρον εἶχεν ἑκούσιον· ἀμφὶ δὲ κούρην 225
 
πυκνὰ κύων δεδόνητο, καὶ ἴαχε πένθιμον ἠχὼ
 
ὄμμασι θηρείοισι νοήμονα δάκρυα λείβων.
 
οὐδὲ κύων ἀφύλακτον ἐρημάδα κάλλιπε κούρην,
 
ἀλλὰ φυτῷ παρέμιμνεν ἐπήλυδα θῆρα διώκων, 230
 
πόρδαλιν ἠὲ λέοντα· παρερχομένοισι δʼ ὁδίταις
 
νεύμασιν ἀφθόγγοις ἐπεδείκνυεν ἄζυγα κούρην
 
δεσμοῖς ἀγχονίοισι περίπλοκον ὑψόθι δένδρου.
 
οἱ δέ μιν οἰκτείροντες ἀνήιον εἰς φυτὸν ὕλης
 
ἴχνεσιν ἀκροτάτοισιν, ἀπʼ εὐπετάλων δὲ κορύμβων 235
 
παρθενικὴν ἀδμῆτα κατήγαγον· ἀγχιφανῆ δὲ
 
γαῖαν ἐκοιλαίνοντο πεδοσκαφέεσσι μακέλλαις.
 
τοῖς ἅμα καὶ πεπόνητο κύων πινυτόφρονι θυμῷ,
 
πενθαλέῳ δʼ ἐβάθυνε πέδον τεχνήμονι ταρσῷ,

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi