Thesauros Edebiyat Destan Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Kitap 47

 
θωρήξας ἕο χεῖρας, ὁ δὲ σταχυητόμον ἅρπην 120
 
κουφίζων, ἕτερος δὲ λίθον περίμετρον ἀείρων,
 
ἄλλος ἀνεπτοίητο καλαύροπα χειρὶ τιταίνων,
 
γηραλέον πλήσσοντες· ἑλὼν δέ τις ἐγγὺς ἱμάσθλην
 
Ἰκαρίου τέτρηνε δέμας ταμεσίχροϊ κέντρῳ.
 
καὶ μογέων χθονὶ πῖπτε γέρων φυτοεργὸς ἀλωεὺς 125
 
τυπτόμενος ῥοπάλοισιν, ἐπισκαίρων δὲ τραπέζῃ
 
τύψε μέθης κρητῆρα, καὶ αἴθοπος εἰς χύσιν οἴνου
 
ἡμιθανὴς κεκύλιστο· βαρυνομένου δὲ καρήνου
 
ἀγρονόμων πληγῇσιν ἀμοιβαίῃσι τυπέντος
 
αἱμαλέη φοίνιξεν ὁμόχροον οἶνον ἐέρση. 130
 
καὶ μόγις ἐκ στομάτων ἔπος ἴαχεν Ἄιδι γείτων·
 
Οἶνος ἐμοῦ Βρομίου, βροτέης ἄμπαυμα μερίμνης,
 
ὁ γλυκὺς εἰς ἐμὲ μοῦνον ἀμείλιχος· εὐφροσύνην γὰρ
 
ἀνδράσι πᾶσιν ὄπασσε, καὶ Ἰκαρίῳ πόρε πότμον·
 
ὁ γλυκὺς Ἠριγόνῃ πολεμήιος· ἡμετέρην γὰρ 135
 
νηπενθὴς Διόνυσος ἐθήκατο πενθάδα κούρην.
 
οὔ πω μῦθος ἔληγε· μόρος δέ οἱ ἔφθασε φωνήν.
 
καὶ νέκυς αὐτόθι κεῖτο, σαόφρονος ἔκτοθι κούρης,
 
ὄμμασι πεπταμένοισιν. ἐν ἀστρώτῳ δὲ χαμευνῇ
 
νήδυμον ὕπνον ἴαυον ὑπὲρ δαπέδοιο φονῆες 140
 
οἰνοβαρεῖς, νεκύεσσιν ἐοικότες· ἐγρόμενοι δέ,
 
ὃν κτάνον ἀγνώσσοντες, ἀνέστενον· ὑψόθι δʼ ὤμων
 
νεκρὸν ἐλαφρίζοντες ἀνήγαγον εἰς ῥάχιν ὕλης
 
ἔμφρονα θυμὸν ἔχοντες, ἐν εὐύδρῳ δὲ ῥεέθρῳ
 
ὠτειλὰς ἐκάθηραν ὀρεσσιχύτῳ παρὰ πηγῇ· 145
 
καὶ νέκυν ἀρτιδάικτον, ὃν ἔκτανον ἄφρονι λύσσῃ,
 
ἀνδροφόνοις παλάμῃσιν ἐτυμβεύσαντο φονῆες.
 
ψυχὴ δʼ Ἰκαρίοιο πανείκελος ἔσσυτο καπνῷ
 
εἰς δόμον Ἠριγόνης· βροτέῃ δʼ ἰσάζετο μορφῇ
 
κοῦφον ὀνειρείης σκιερῆς εἴδωλον ὀπωπῆς, 150
 
ἀνδρὶ νεουτήτῳ πανομοίιος, εἶχε δὲ δειλὴ
 
στικτὸν ἀσημάντοιο φόνου κήρυκα χιτῶνα,
 
αἵματι φοινίσσοντα καὶ αὐχμώοντα κονίῃ,
 
ῥωγαλέον πληγῇσιν ἀμοιβαίοιο σιδήρου.
 
καὶ παλάμας ὤρεξε· νεοσφαγέων δὲ δοκεύειν 155
 
ὠτειλὰς μελέων ἐπεδείκνυε γείτονι κούρῃ.
 
παρθενικὴ δʼ ὀλόλυξε φιλοθρήνοις ἐν ὀνείροις,
 
ὡς ἴδεν ἕλκεα τόσσα καρήατος, ὡς ἴδε δειλὴ
 
λύθρον ἐρευθομένοιο νεόρρυτον ἀνθερεῶνος·

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi